-
Ἐν ἀρχῇ ἦν ὁ λόγος , καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν , καὶ θεὸς ἦν ὁ λόγος . -
Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν . -
πάντα διʼ αὐτοῦ ἐγένετο , καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐ -δὲ ἕν . -
ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν , καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων · -
καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει , καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν . -
Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ , ὄνομα αὐτῷ Ἰωάνης · ἦν -
οὗτος ἦλθεν εἰς μαρτυρίαν , ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός , ἵνα πάντες πιστεύσωσιν διʼ αὐτοῦ . -
οὐκ ἦν ἐκεῖνος τὸ φῶς , ἀλλʼ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός . [0] -
Ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον . -
ἐν τῷ κόσμῳ ἦν , καὶ ὁ κόσμος διʼ αὐτοῦ ἐγένετο , καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω . -
Εἰς τὰ ἴδια ἦλθεν , καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον . -
ὅσοι δὲ ἔλαβον αὐτόν , ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι , τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ , οἳ οὐκ ἐξ αἱμάτων οὐ -δὲ ἐκ θελήματος σαρκὸς οὐ -δὲ ἐκ θελήματος ἀνδρὸς ἀλλʼ ἐκ θεοῦ ἐγεννήθησαν . -
Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν , καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ , δόξαν ὡς μονογενοῦς παρὰ πατρός , πλήρης χάριτος καὶ ἀληθείας · ἐθεασάμεθα -
Ἰωάνης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων — οὗτος ἦν ὁ εἰπών — Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν , ὅτι πρῶτός μου ἦν · -
ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν , καὶ χάριν ἀντὶ χάριτος · ἐλάβομεν -
ὅτι ὁ νόμος διὰ Μωυσέως ἐδόθη , ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο . -
θεὸν οὐδεὶς ἑώρακεν πώποτε · -
μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο . -
Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάνου ὅτε ἀπέστειλαν πρὸς αὐτὸν οἱ Ἰουδαῖοι ἐξ Ἰεροσολύμων ἱερεῖς καὶ Λευείτας ἵνα ἐρωτήσωσιν αὐτόν Σὺ τίς εἶ ; -
καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο , καὶ ὡμολόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ ὁ χριστός . -
καὶ ἠρώτησαν αὐτόν Τί οὖν ; εἶ -
[ σὺ ] Ἠλείας εἶ ; -
καὶ λέγει Οὐκ εἰμί . -
Ὁ προφήτης εἶ σύ ; -
καὶ ἀπεκρίθη Οὔ . -
εἶπαν οὖν αὐτῷ Τίς εἶ ; -
ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς · -
τί λέγεις περὶ σεαυτοῦ ; -
ἔφη Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Εὐθύνατε τὴν ὁδὸν Κυρίου , καθὼς εἶπεν Ἠσαίας ὁ προφήτης . εἰμί -
Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων . -
καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐ -δὲ Ἠλείας οὐ -δὲ ὁ προφήτης ; -
ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάνης λέγων Ἐγὼ βαπτίζω ἐν ὕδατι · -
μέσος ὑμῶν στήκει ὃν ὑμεῖς οὐκ οἴδατε , ὀπίσω μου ἐρχόμενος , οὗ οὐκ εἰμὶ [ ἐγὼ ] ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος . αὐτός -
Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου , ὅπου ἦν ὁ Ἰωάνης βαπτίζων . -
Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν , καὶ λέγει Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου . ἐστίν -
οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν , ὅτι πρῶτός μου ἦν · -
κ- ἀγὼ οὐκ ᾔδειν αὐτόν , ἀλλʼ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων . -
Καὶ ἐμαρτύρησεν Ἰωάνης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ , καὶ ἔμεινεν ἐπʼ αὐτόν · τεθέαμαι -
κ- ἀγὼ οὐκ ᾔδειν αὐτόν , ἀλλʼ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν Ἐφʼ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπʼ αὐτόν , οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ · -
κ- ἀγὼ ἑώρακα , καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ . -
Τῇ ἐπαύριον πάλιν ἱστήκει Ἰωάνης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο , καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ . ἐστίν -
καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ . -
στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς Τί ζητεῖτε ; -
οἱ δὲ εἶπαν αὐτῷ Ῥαββεί ( ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε ) , ποῦ μένεις ; -
λέγει αὐτοῖς Ἔρχεσθε καὶ ὄψεσθε . -
ἦλθαν οὖν καὶ εἶδον ποῦ μένει , καὶ παρʼ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην · -
ὥρα ἦν ὡς δεκάτη . -
Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάνου καὶ ἀκολουθησάντων αὐτῷ · -
εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ Εὑρήκαμεν τὸν Μεσσίαν ( ὅ ἐστιν μεθερμηνευόμενον Χριστός ) . -
ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν . -
ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωάνου , σὺ κληθήσῃ Κηφᾶς ( ὅ ἑρμηνεύεται Πέτρος ) . -
Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν . -
καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς Ἀκολούθει μοι . -
ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαιδά , ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου . -
εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ Ὃν ἔγραψεν Μωυσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν , Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ . -
καὶ εἶπεν αὐτῷ Ναθαναήλ Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι ; -
λέγει αὐτῷ ὁ Φίλιππος Ἔρχου καὶ ἴδε . -
εἶδεν Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ Ἴδε ἀληθῶς Ἰσραηλείτης ἐν ᾧ δόλος οὐκ ἔστιν . ἐστιν -
λέγει αὐτῷ Ναθαναήλ Πόθεν με γινώσκεις ; -
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε . -
ἀπεκρίθη αὐτῷ Ναθαναήλ Ῥαββεί , σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ , σὺ βασιλεὺς εἶ τοῦ Ἰσραήλ . -
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις ; -
μείζω τούτων ὄψῃ . -
καὶ λέγει αὐτῷ Ἀμὴν ἀμὴν λέγω ὑμῖν , ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου .
Reading Ancient Greek in the Digital Age
An Online Course by Dr. Vanessa B. Gorman
Menu
