-
μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος οὐλομένην , ἣ μυρί᾽ Ἀχαιοῖς ἄλγε᾽ ἔθηκε , πολλὰς δ᾽ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν ἡρώων , αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν οἰωνοῖσί τε πᾶσι , Διὸς δ᾽ ἐτελείετο βουλή , ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς . -
τίς τ᾽ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι ; -
Λητοῦς καὶ Διὸς υἱός : ἦν -
ὃ γὰρ βασιλῆϊ χολωθεὶς νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν , ὀλέκοντο δὲ λαοί , οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα Ἀτρεΐδης : -
ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν λυσόμενός τε θύγατρα φέρων τ᾽ ἀπερείσι᾽ ἄποινα , στέμματ᾽ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος χρυσέῳ ἀνὰ σκήπτρῳ , καὶ λίσσετο πάντας Ἀχαιούς , Ἀτρεΐδα δὲ μάλιστα δύω , κοσμήτορε λαῶν : -
Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί , ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ᾽ ἔχοντες ἐκπέρσαι Πριάμοιο πόλιν , εὖ δ᾽ οἴκαδ᾽ ἱκέσθαι : -
παῖδα δ᾽ ἐμοὶ λύσαιτε φίλην , τὰ δ᾽ ἄποινα δέχεσθαι , ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα . -
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ αἰδεῖσθαί θ᾽ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα : -
ἀλλ᾽ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ , ἀλλὰ κακῶς ἀφίει , κρατερὸν δ᾽ ἐπὶ μῦθον ἔτελλε : -
μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω ἢ νῦν δηθύνοντ᾽ ἢ ὕστερον αὖτις ἰόντα , μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο : -
τὴν δ᾽ ἐγὼ οὐ λύσω : -
πρίν μιν καὶ γῆρας ἔπεισιν ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν : -
ἀλλ᾽ ἴθι μή μ᾽ ἐρέθιζε σαώτερος ὥς κε νέηαι . -
ὣς ἔφατ᾽ , ἔδεισεν δ᾽ ὃ γέρων καὶ ἐπείθετο μύθῳ : -
βῆ δ᾽ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης : -
πολλὰ δ᾽ ἔπειτ᾽ ἀπάνευθε κιὼν ἠρᾶθ᾽ ὃ γεραιὸς Ἀπόλλωνι ἄνακτι , τὸν ἠΰκομος τέκε Λητώ : -
κλῦθί μευ ἀργυρότοξ᾽ , ὃς Χρύσην ἀμφιβέβηκας Κίλλάν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις , Σμινθεῦ εἴ ποτέ τοι χαρίεντ᾽ ἐπὶ νηὸν ἔρεψα , ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί᾽ ἔκηα ταύρων ἠδ᾽ αἰγῶν , τὸ δέ μοι κρήηνον ἐέλδωρ : -
τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν . -
ὣς ἔφατ᾽ εὐχόμενος , τοῦ δ᾽ ἔκλυε Φοῖβος Ἀπόλλων , βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων χωόμενος κῆρ , τόξ᾽ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην : -
ἔκλαγξαν δ᾽ ἄρ᾽ ὀϊστοὶ ἐπ᾽ ὤμων χωομένοιο , αὐτοῦ κινηθέντος : -
ὃ δ᾽ ἤϊε νυκτὶ ἐοικώς . -
ἕζετ᾽ ἔπειτ᾽ ἀπάνευθε νεῶν , μετὰ δ᾽ ἰὸν ἕηκε : -
δεινὴ δὲ κλαγγὴ γένετ᾽ ἀργυρέοιο βιοῖο : -
οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς , αὐτὰρ ἔπειτ᾽ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς βάλλ᾽ : -
αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί .
Reading Ancient Greek in the Digital Age
An Online Course by Dr. Vanessa B. Gorman
Menu
