-
οἱ Ἀθηναῖοι ἔπλευσαν εἰς Προκόννησον παντὶ τῷ στρατοπέδῳ . -
ἐκεῖθεν δʼ ἐστρατοπεδεύσαντο πρὸς Καλχηδόνι . -
οἱ δὲ Καλχηδόνιοι τὴν λείαν ἅπασαν κατέθεντο εἰς τοὺς Βιθυνοὺς Θρᾷκας . -
Ἀλκιβιάδης δὲ ἀπῄτει τὰ τῶν Καλχηδονίων χρήματα . -
οἱ δὲ ἀπέδοσαν . -
Ἀλκιβιάδης δʼ ἧκεν εἰς τὸ στρατόπεδον καὶ ἀπετείχιζε τὴν Καλχηδόνα παντὶ τῷ στρατοπέδῳ ἀπὸ θαλάττης εἰς θάλατταν . -
ἐνταῦθα Ἱπποκράτης μὲν ὁ Λακεδαιμόνιος ἁρμοστὴς ἐκ τῆς πόλεως ἐξήγαγε τοὺς στρατιώτας : -
οἱ δὲ Ἀθηναῖοι ἀντιπαρετάξαντο αὐτῷ , Φαρνάβαζος δὲ ἐβοήθει στρατιᾷ τε καὶ ἵπποις πολλοῖς . -
Ἱπποκράτης μὲν οὖν καὶ Θράσυλλος ἐμάχοντο ἑκάτερος τοῖς ὁπλίταις χρόνον πολύν . -
Ἀλκιβιάδης ὁπλίτας τέ τινας καὶ τοὺς ἱππέας ἐβοήθησε . -
καὶ Ἱπποκράτης μὲν ἀπέθανεν , οἱ δὲ μετʼ αὐτοῦ ἔφυγον εἰς τὴν πόλιν . -
ἅμα δὲ καὶ Φαρνάβαζος ἀπεχώρησεν εἰς τὸ Ἡράκλειον τὸ τῶν Καλχηδονίων . -
ἐκ τούτου δὲ Ἀλκιβιάδης μὲν ᾤχετο εἰς τὸν Ἑλλήσποντον καὶ εἰς Χερρόνησον : -
οἱ δὲ λοιποὶ στρατηγοὶ συνεχώρησαν πρὸς Φαρνάβαζον ὑπὲρ Καλχηδόνος εἴκοσι τάλαντα , καὶ ὅρκους ἔδοσαν καὶ ἔλαβον παρὰ Φαρναβάζου .
Reading Ancient Greek in the Digital Age
An Online Course by Dr. Vanessa B. Gorman
Menu
