-
ἔπλευσε τῆς Λέσβου ἐπὶ Μήθυμναν πολεμίαν . -
ᾕρησε τὴν πόλιν κατὰ κράτος . -
τὰ μὲν οὖν χρήματα πάντα διήρπασαν οἱ στρατιῶται , τὰ δὲ ἀνδράποδα πάντα συνήθροισεν ὁ Καλλικρατίδας εἰς τὴν ἀγοράν . -
τῇ δʼ ὑστεραίᾳ τοὺς μὲν ἐλευθέρους ἀφῆκε , τοὺς δὲ τῶν Ἀθηναίων φρουροὺς καὶ τὰ ἀνδράποδα τὰ δοῦλα πάντα ἀπέδοτο . -
Κόνων καὶ κατέφυγεν εἰς Μυτιλήνην τῆς Λέσβου καὶ σὺν αὐτῷ τῶν δέκα στρατηγῶν Λέων καὶ Ἐρασινίδης . κατέφυγον -
Καλλικρατίδας δὲ συνεισέπλευσεν εἰς τὸν λιμένα ναυσὶν ἑκατὸν καὶ ἑβδομήκοντα . -
Κόνων δʼ ἀπώλεσε ναῦς τριάκοντα : -
οἱ δὲ ἄνδρες εἰς τὴν γῆν ἀπέφυγον : -
τὰς δὲ λοιπὰς τῶν νεῶν τετταράκοντα ὑπὸ τῷ τείχει ἀνείλκυσε . -
Καλλικρατίδας δὲ ἐπολιόρκει ἐνταῦθα . -
καὶ ἐκ τῆς Χίου τὸ στράτευμα διεβίβασε : -
χρήματά τε παρὰ Κύρου αὐτῷ ἦλθεν . -
οἱ δὲ ὁπλῖται Κόνωνα ἐπολιόρκουν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν . -
οἱ δὲ ἄνθρωποι πολλοὶ ἐν τῇ πόλει ἦσαν καὶ οἱ Ἀθηναῖοι οὐκ ἐβοήθουν .. -
… ἐξέπλευσαν ἔξω τοῦ λιμένος , καὶ ἡ μὲν ἐπὶ Ἑλλησπόντου ὥρμησεν . -
ἐδίωκον τὴν εἰς τὸ πέλαγος , καὶ ἅμα τῷ ἡλίῳ ἀπῆγον εἰς τὸ στρατόπεδον αὐτοῖς ἀνδράσιν . -
ἡ δʼ ἐπὶ τοῦ Ἑλλησπόντου ναῦς διέφυγε , καὶ ἐν Ἄθήνῃ ἐξήγγειλεν τὴν πολιορκίαν . -
Διομέδων δὲ δώδεκα ναυσὶν ὡρμίσατο εἰς τὸν εὔριπον τὸν τῶν Μυτιληναίων . -
ὁ δὲ Καλλικρατίδας ἐξαίφνης δέκα μὲν τῶν νεῶν ἔλαβε , Διομέδων δʼ ἔφυγε τῇ τε αὑτοῦ καὶ ἄλλῃ . -
οἱ δὲ Ἀθηναῖοι τὰς ναῦς εἰσέβησαν καὶ τῶν ἱππέων πολλοί . -
τὰς δέκα καὶ ἑκατὸν ἐν τριάκοντα ἡμέραις ἀπῆραν . -
μετὰ ταῦτα Σαμίας ναῦς ἔλαβον δέκα : -
ἥθροισαν δὲ καὶ ἄλλας πλείους ἢ τριάκοντα παρὰ τῶν ἄλλων συμμάχων . -
ἐγένοντο δὲ αἱ πᾶσαι πλείους ἢ πεντήκοντα καὶ ἑκατόν . -
ὁ δὲ Καλλικρατίδας αὐτοῦ μὲν κατέλιπε πεντήκοντα ναῦς καὶ ἄρχοντα Ἐτεόνικον , ταῖς δὲ εἴκοσι καὶ ἑκατὸν ἐδειπνοποιεῖτο τῆς Λέσβου ἐπὶ τῇ Μαλέᾳ ἄκρᾳ ἀντίον τῆς Μυτιλήνης . -
τῇ δʼ αὐτῇ ἡμέρᾳ καὶ οἱ Ἀθηναῖοι ἐδειπνοποίουν ἐν ταῖς Ἀργινούσαις · -
αὗται δʼ εἰσὶν ἀντίον τῆς Λέσβου ἐπὶ τῇ Μαλέᾳ ἄκρᾳ ἀντίον τῆς Μυτιλήνης . -
ἅμα τῇ ἡμέρᾳ ἔπλει ἐπὶ τὰς Ἀργινούσας . -
οἱ δʼ Ἀθηναῖοι ἀντανήγοντο εἰς τὸ πέλαγος τῷ εὐωνύμῳ . -
Ἀριστοκράτης μὲν ἡγεῖτο πεντεκαίδεκα ναυσί , μετὰ δὲ ταῦτα Διομέδων ἑτέραις πεντεκαίδεκα : ἡγεῖτο -
μετὰ δὲ ταῦτα ἐναυμάχησαν χρόνον πολύν . -
Πρωτόμαχός τε καὶ οἱ μετʼ αὐτοῦ τῷ δεξιῷ τὸ εὐώνυμον ἐνίκησαν , ἐντεῦθεν φυγὴ τῶν Πελοποννησίων ἐγένετο εἰς Χίον , πλείστων δὲ καὶ εἰς Φώκαιαν · ἐγένετο φυγὴ -
οἱ δὲ Ἀθηναῖοι πάλιν εἰς τὰς Ἀργινούσας κατέπλευσαν .
Reading Ancient Greek in the Digital Age
An Online Course by Dr. Vanessa B. Gorman
Menu
