-
μετὰ δὲ ταῦτα ἐγίγνετο Ἀπατούρια . -
ἡ πόλις ἀπωλώλει . -
καὶ αὐτὸς ὁ Περσῶν βασιλεὺς ἀποτέμνει αὐτοῦ τὴν κεφαλήν . -
οἱ δὲ θεοί νῦν φανερῶς συμμαχοῦσι . -
οὐ καινὰ ταῦτα οὗτος ποιεῖ , ἀλλὰ φύσει προδότης ἐστίν . -
οὐ τέθνηκεν ὁ Θρασυδαῖος . -
πέμπει οὖν πρὸς αὐτὸν καὶ ἐρωτᾷ . -
σφαγὰς ποιοῦσι , καὶ ἄλλους τέ τινας ἀποκτείνουσι . -
τὴν πόλιν τῇ ὑστεραίᾳ προσβολῇ κατὰ κράτος αἱρεῖ καὶ ἐξηνδραπόδισεν . -
αὐτὸς μισθὸν παρέξει . -
τοὺς πατρίους νόμους συγγράψουσιν . -
ἐξαίφνης ὁρῶσιν ἐκ τοῦ ἀντιπέρας σκοποὺς ἐπὶ τῶν μνημάτων . -
ἔστι δὲ ἐν τοῖς καινοῖς νόμοις . -
καὶ ἀποθνῄσκουσιν αὐτῶν ὡς πεντήκοντα καὶ ἑκατόν . -
Καλλικρατίδας νενίκηκε καὶ αἱ τῶν Ἀθηναίων νῆες ἀπολώλασιν ἅπασαι . -
ἀλλʼ ὁ μὲν δῆμος πενέστερος οὐδὲν πώποτε ἕνεκα χρημάτων ἠδίκηκεν . -
ἰδίων κερδέων ἕνεκα πλείους ἀπεκτόνασιν Ἀθηναίων ἐν ὀκτὼ μησὶν . -
εὐθὺς δὲ καὶ ἡ ἄλλη Ἑλλὰς ἀφειστήκει Ἀθηναίων μετὰ τὴν ναυμαχίαν πλὴν Σαμίων . -
αὗται δʼ εἰσὶν ἀντίον τῆς Λέσβου ἐπὶ τῇ Μαλέᾳ ἄκρᾳ ἀντίον τῆς Μυτιλήνης . -
οὗτοι οὐ μόνον εἰσὶ περὶ ἀνθρώπους ἀδικώτατοι , ἀλλὰ καὶ περὶ θεοὺς ἀσεβέστατοι . εἰσὶ -
διαπέμπουσιν εἰς τὰς ἐσχατιὰς πεντεκαίδεκα στάδια ἀπὸ Φυλῆς τούς τε Λακωνικοὺς πλὴν ὀλίγων φρουροὺς καὶ τῶν ἱππέων δύο φυλάς . -
Λύσανδρος δʼ ἐκ τῆς Ῥόδου παρὰ τὴν Ἰωνίαν ἐκπλεῖ πρὸς τὸν Ἑλλήσποντον πρός τε τῶν πλοίων τὸν ἔκπλουν καὶ ἐπὶ τὰς πόλεις . -
ἐκ δὲ τούτου Θρασύβουλος ὡς σὺν ἑβδομήκοντα Φυλὴν χωρίον καταλαμβάνει ἰσχυρόν . -
ἐπεισπλεῖ Θηραμένης εἴκοσι ναυσὶν ἀπὸ Μακεδονίας , ἅμα δὲ καὶ Θρασύβουλος εἴκοσιν ἑτέραις ἐκ Θάσου . ἐπεισπλεῖ -
ἐνταῦθα καὶ ἀποθνῄσκει Χαίρων τε καὶ Θίβραχος , ἄμφω πολεμάρχω , καὶ Λακράτης ὁ Ὀλυμπιονίκης καὶ ἄλλοι οἱ Λακεδαιμονίων . -
διὰ ταῦτα δὲ εὐεργεσία τε καὶ πολιτεία Συρακοσίοις ἐν Ἀντάνδρῳ ἐστί . -
ἀποβλέπει δὲ ἀπʼ ἀμφοτέρων . -
Παυσανίας ὁ βασιλεὺς ἐξάγει φρουράν . -
ὁ δὲ Θρασύβουλος ἤδη εἰς τὴν Φυλὴν καταβαίνει τῆς νυκτός . -
καὶ πέμπει αὐτὸν ἐφʼ Ἑλλησπόντου . -
οἱ οὖν Λακεδαιμόνιοι πέμπουσιν αὐτοῖς Θίβρωνα ἁρμοστήν . -
καὶ τοῖς ὅρκοις ἐμμένει ὁ δῆμος . -
διαβαίνει τὸν Ἑλλήσποντον σὺν τῷ στρατεύματι εἰς τὴν Εὐρώπην , καὶ ἀφικνεῖται εἰς Χερρόνησον . -
ἐντὸς πένθʼ ἡμερῶν καταγορεύει τις πρὸς τοὺς ἐφόρους ἐπιβουλὴν καὶ τὸν ἀρχηγὸν τοῦ πράγματος Κινάδωνα . -
πάλιν ἀπεχώρουν οἱ βάρβαροι , καὶ Περσῶν εἷς αὐτῶν ἀποθνῄσκει . -
ἐκεῖνος δὲ δίδωσιν χρυσίον ἐν Θήβαις μὲν Ἀνδροκλείδᾳ τε καὶ Ἰσμηνίᾳ καὶ Γαλαξιδώρῳ , ἐν Κορίνθῳ δὲ Τιμολάῳ τε καὶ Πολυάνθει , ἐν Ἄργει δὲ Κύλωνί τε καὶ τοῖς μετʼ αὐτοῦ . δίδωσιν δίδωσιν -
ἡ γὰρ Ἔφεσος ἀπέχει ἀπὸ Σάρδεων τριῶν ἡμερῶν ὁδόν . -
ὁ μέντοι Τιθραύστης πέμπει Τιμοκράτην τὸν Ῥόδιον εἰς Ἑλλάδα . -
ὁ Τιθραύστης πέμπει πρὸς τὸν Ἀγησίλαον πρέσβεις . -
ἐκείνῳ μὲν δὴ ὁ Τιθραύστης δίδωσι τριάκοντα τάλαντα . -
εὐθὺς οἱ Φωκεῖς πέμπουσι πρέσβεις εἰς Λακεδαίμονα . -
οὐκ Ἀργεῖοι μὲν ἀεί ποτε δυσμενεῖς αὐτοῖς ὑπάρχουσιν ; -
αἱρεῖ τὴν πόλιν κατὰ κράτος . -
πελτασταὶ καὶ ἱππεῖς ἅμʼ ἡμέρᾳ προσπίπτουσι τοῖς ὁπλίταις ὡς διακοσίοις . -
ἡ δὲ ναῦς διέφυγε καὶ ἐν ἄστει ἐξαγγέλλει τὴν πολιορκίαν . -
εἶτα νῦν τὴν αἰτίαν κοινὴν ἔχουσιν , καὶ ἀντὶ τῆς τότε φιλανθρωπίας κινδυνεύουσιν . -
ἐκπίπτουσιν οἱ λακωνισταὶ καὶ ὁ Λάκων ἁρμοστὴς Ἐτεόνικος . -
ἀλλʼ ἡ μήτηρ καὶ νῦν ἔτι φησίν . -
βαρβάρους κολακεύουσιν ἕνεκα ἀργυρίου . -
τὸ Καννωνοῦ ψήφισμά ἐστιν ἰσχυρότατον . -
Ἀθηναῖοι οὐκ ὀνομάζουσιν , ἀλλʼ ἀναρχίαν τὸν ἐνιαυτὸν καλοῦσιν . -
οὗτοι τὸν πάντων αἴσχιστόν τε καὶ χαλεπώτατον καὶ ἀνοσιώτατον καὶ ἔχθιστον καὶ θεοῖς καὶ ἀνθρώποις πόλεμον πρὸς ἀλλήλους παρέχουσιν .
Reading Ancient Greek in the Digital Age
An Online Course by Dr. Vanessa B. Gorman
Menu

Unit 2: The Complex Sentence
Chapter 1 – Greek Tenses and Voices
Videos and PowerPoints on Greek Tenses and Voices
Greek Tenses in English [9:50]
Greek Verb Tenses [13:58]
Greek Verb Voices [12:38]
Practice Sentences Using Alpheios
U2 Ch1.1 Translation and Commentary of Alpheios Sentences PDF:
Ch. 2.1.1 Verb Tenses – Practice Sentences Using Alpheios
U2 Ch1–Translation and Commentary of Alpheios Sentences PDF:
Ch. 2.1.2 Verb Tenses – Practice Sentences Using Alpheios
-
οἱ δὲ ἀνηγάγοντο ἐπʼ αὐτὸν εἴκοσι ναυσίν . -
καὶ εἵλοντο δέκα , ἕνα ἀπὸ φυλῆς . εἵλοντο -
οἱ δʼ οὐκ ἐπείθοντο . -
ἐκεῖθεν δʼ ἐστρατοπεδεύσαντο πρὸς Καλχηδόνι . -
αὐτὸς δὲ ἐθύετο . -
ἐπέμφθησαν δὲ Ἀθηναίων μὲν Δωρόθεος , Φιλοκύδης , Θεογένης , Εὐρυπτόλεμος , Μαντίθεος , σὺν δὲ τούτοις Ἀργεῖοι Κλεόστρατος , Πυρρόλοχος . ἐπέμφθησαν -
μετὰ δὲ ταῦτα κατελέξατο στρατιάν , ὁπλίτας μὲν πεντακοσίους καὶ χιλίους , ἱππέας δὲ πεντήκοντα καὶ ἑκατόν , ναῦς δʼ ἑκατόν . -
καὶ τότε μὲν ταῦτα ἐπράχθη . -
πᾶσαι γὰρ τότε αἱ πόλεις ἐπείθοντο . -
ἀλλήλοις σπονδὰς ἐποιήσαντο . -
ἐξεφέροντο τὰ ὅπλα εἰς τὴν ἀγοράν . -
ὁ μέντοι Φαρνάβαζος σπονδὰς εἵλετο . -
αὗται ἅπασαι γίγνονται ἑπτὰ καὶ τετταράκοντα . -
Ἀλκιβιάδης δʼ ἀνήχθη εὐθὺς ἐπὶ Σάμου . -
ὁ Θρασύβουλος καὶ οἱ ἄλλοι ὁπλῖται ἐβοήθουν , καὶ ταχὺ παρετάξαντο πρὸ τῶν ἄλλων ἐπʼ ὀκτώ . -
οἱ δʼ Ἀθηναῖοι στρατηγοὺς εἴλοντο Ἀλκιβιάδην μὲν καὶ Θρασύβουλον , Κόνωνα δὲ τρίτον ἐκ τῶν οἴκοθεν . εἴλοντο -
οἱ δὲ ἐν οἴκῳ Ἀθηναῖοι χαλεπῶς εἶχον τῷ Ἀλκιβιάδῃ , καὶ στρατηγοὺς εἵλοντο ἄλλους δέκα , Κόνωνα , Διομέδοντα , Λέοντα , Περικλέα , Ἐρασινίδην , Ἀριστοκράτην , Ἀρχέστρατον , Πρωτόμαχον , Θράσυλλον , Ἀριστογένην . -
πρὸς δὲ τούτῳ εἵλοντο Ἀδείμαντον καὶ τρίτον Φιλοκλέα . -
εἰρήνη τε γίγνεται καὶ συμμαχία Ἠλείων πρὸς Λακεδαιμονίους . -
μετὰ δὲ ταῦτα Ἀλκιβιάδης ἀνήχθη ταῖς ναυσὶν ἁπάσαις ἐπὶ τὸν λιμένα τῶν Ἐφεσίων , καὶ πρὸ τοῦ στόματος παρέταξεν . -
ἅμα δὲ τῷ ἦρι ὁ Δερκυλίδας ἐκ τῶν Βιθυνῶν ἀφικνεῖται εἰς Λάμψακον . -
κατὰ μὲν οὖν τὴν Ἑλλάδα ταῦτʼ ἐπράχθη . -
ἐλέγετο δὲ καὶ ἄλλα πολλά . -
ἡ δὲ Κόνωνος καὶ ἄλλαι περὶ αὐτὸν ἑπτὰ πλήρεις ἀνήχθησαν ἁθρόαι καὶ ἡ Πάραλος , τὰς δʼ ἄλλας πάσας Λύσανδρος ἔλαβε πρὸς τῇ γῇ . -
ἀλλήλοις πολλοὶ διελέγοντο . -
πανταχοῦ διεφέροντο πρὸς ἀλλήλους . -
στρατηγὸς τῶν πάντων ἀπεδέδεικτο Τισσαφέρνης . -
αὐτὸς μὲν πολεμίους τοὺς θεοὺς ἐκτήσατο , τοῖς δʼ Ἕλλησι συμμάχους ἐποίησεν . -
τῷ δʼ ἐνιαυτῷ φαίνουσι πάλιν οἱ ἔφοροι φρουρὰν ἐπὶ τὴν Ἦλιν , καὶ συνεστρατεύοντο τῷ Ἄγιδι πλὴν Βοιωτῶν καὶ Κορινθίων οἵ τε ἄλλοι πάντες σύμμαχοι καὶ οἱ Ἀθηναῖοι . -
τίς γὰρ ἤδη καταλείπεται αὐτοῖς εὐμενής ; -
τῇ ὑστεραίᾳ πάλιν ἐθύετο . -
καὶ γὰρ οἱ Ἕλληνες οὐ πάνυ τι καλῶς περιείποντο . -
οἱ μὲν δὴ ἐπορεύοντο . -
ὁ μὲν δὴ Τισσαφέρνης εὐθὺς ἐψεύσατο . -
πολέμιος μὲν ἦν , οὐ μέντοι πονηρός γε δικαίως ἐνομίζετο . -
οἱ δʼ Ἀθηναῖοι ὡρμίσαντο τῆς Χερρονήσου ἐν Ἐλαιοῦντι ναυσὶν ὀγδοήκοντα καὶ ἑκατόν . -
καὶ ἐπεκαλεῖτο δὲ Σίσυφος . -
μετὰ ταῦτα Θηραμένης ᾑρέθη πρεσβευτὴς εἰς Λακεδαίμονα αὐτοκράτωρ . -
παρεσκευάζετο πρὸς τὴν εἰς Συρακούσας κάθοδον ξένους τε καὶ τριήρεις . -
τῇ δὲ ὑστεραίᾳ ἔπλευσαν εἰς Νότιον , καὶ ἐντεῦθεν ἐπορεύοντο εἰς Κολοφῶνα . -
ἐπορεύοντο δὲ καὶ Λακεδαιμονίων πρέσβεις Πασιππίδας καὶ ἕτεροι , μετὰ δὲ τούτων καὶ Ἑρμοκράτης καὶ ὁ ἀδελφὸς αὐτοῦ Πρόξενος . ἐπορεύοντο -
ὁ δʼ Ἀγησίλαος ἐπὶ τὴν Φρυγίαν ἐπορεύετο . -
καὶ μὴν οἱ Λακεδαιμόνιοι οὐκέτι ἔμελλον , ἀλλὰ Παυσανίας μὲν ὁ βασιλεὺς ἐπορεύετο εἰς τὴν Βοιωτίαν . -
καὶ μετὰ ταῦτα κατεψηφίσαντο τῶν στρατηγῶν ὀκτὼ . -
ἐκ τούτου ἤδη καὶ ἐν τοῖς πεδίοις ἀντετάττετο τῷ Τισσαφέρνει , καὶ πόλεις Πέργαμον μὲν προσέλαβε καὶ Τευθρανίαν καὶ Ἁλίσαρναν . -
ἐπιγίγνεται τῆς νυκτὸς χιὼν παμπλήθης καὶ τῇ ὑστεραίᾳ . -
μετὰ δὲ τοῦτο ὡρμίσατο πρὸς τὸν Πειραιᾶ ναυσὶ πεντήκοντα καὶ ἑκατόν , καὶ τὰ πλοῖα εἶργε τοῦ εἴσπλου . -
οἱ δὲ Ἀθηναῖοι τὸ Βυζάντιον ἐπολιόρκουν , καὶ πρὸς τὸ τεῖχος ἀκροβολισμοὺς καὶ προσβολὰς ἐποιοῦντο . -
Διομέδων δὲ δώδεκα ναυσὶν ὡρμίσατο εἰς τὸν εὔριπον τὸν τῶν Μυτιληναίων . -
μετὰ ταῦτα ὤμοσεν ὁ μὲν ἐν Χρυσοπόλει Μιτροβάτει καὶ Ἀρνάπει , ὁ δʼ ἐν Καλχηδόνι τοῖς παρʼ Ἀλκιβιάδου Εὐρυπτολέμῳ καὶ Διοτίμῳ τόν τε κοινὸν ὅρκον καὶ ἰδίᾳ ἀλλήλοις πίστεις ἐποιήσαντο . ὤμοσεν -
ὑπηρετήκει δὲ καὶ ἄλλʼ ἤδη ὁ Κινάδων τοῖς ἐφόροις τοιαῦτα . -
ὁ δὲ Καλλικρατίδας αὐτοῦ μὲν κατέλιπε πεντήκοντα ναῦς καὶ ἄρχοντα Ἐτεόνικον , τῆς δὲ Λέσβου ἐδειπνοποιεῖτο ἐπὶ τῇ Μαλέᾳ ἄκρᾳ ἀντίον τῆς Μυτιλήνης . κατέλιπε -
ἐνταῦθα δὴ αὐτοῖς ἀγγέλλεται τὰ περὶ Λάμψακον , καὶ εὐθὺς ἀνήχθησαν εἰς Σηστόν . -
ἐν Φωκαίᾳ ναὸς τῆς Ἀθηνᾶς ἐνεπρήσθη . -
πολεμίοις μὲν ἄνθρωποι καὶ σπένδονται καὶ αὖθις πιστοὶ γίγνονται , τούτῳ δʼ οὔ -τε ἐσπείσατο πώποτε οὐδεὶς οὔ -τʼ ἐπίστευσε τοῦ λοιποῦ . -
τῶν δὲ ἀνδρῶν οἱ μὲν πλεῖστοι ἐξέφυγον , οἱ δʼ ἐζωγρήθησαν . -
ὅ τε ἐκ τοῦ Πειραιῶς καὶ ὁ ἐκ τοῦ ἄστεως ὄχλος ἡθροίσθη πρὸς τὰς ναῦς . ὄχλος -
καὶ αὐτοῦ τῶν νεῶν τρεῖς ἀπόλλυνται ἐν τῷ Ἑλλησπόντῳ ὑπὸ τῶν Ἀττικῶν ἐννέα νεῶν , αἱ δʼ ἄλλαι ἔφυγον εἰς Σηστόν , ἐκεῖθεν δὲ εἰς Βυζάντιον ἐσώθησαν . -
οἱ δʼ Ἀθηναῖοι ἀντανήγοντο εἰς τὸ πέλαγος τῷ εὐωνύμῳ . -
ἐτάχθησαν μέντοι ἐπʼ αὐτοῖς πελτοφόροι τε καὶ ψιλοὶ ἀκοντισταί , ἐπὶ δὲ τούτοις οἱ πετροβόλοι . ἐτάχθησαν -
ἐκ δὲ τούτου ἐτρέφθησαν οἱ Ἕλληνες ἱππεῖς . -
Λύσανδρος μετεπέμψατο Ἐτεόνικον ἐκ Χίου σὺν ταῖς ναυσί , καὶ τὰς ἄλλας πάσας συνήθροισεν , καὶ ταύτας τʼ ἐπεσκεύαζε καὶ ἄλλας ἐν Ἀντάνδρῳ ἐναυπηγεῖτο . -
Λύσανδρος δὲ κατεσκευάσατο τάς τε ἄλλας πόλεις ἐν τῇ νήσῳ καὶ Μυτιλήνην . -
καὶ οὐκ ἐψεύσατο , ἀλλʼ αὐτὸς ἀποθνῄσκει καὶ τέθαπται ἐν τῇ διαβάσει τοῦ Κηφισοῦ . -
οἱ δʼ αὖ Πέρσαι ἡθροίσθησαν καὶ ἀντιπαρετάξαντο παμπλήθεσι τῶν ἱππέων τάξεσιν . -
εἰς Ἔφεσον τὸν στόλον ἐποιεῖτο . -
ἀνήχθη ὁ Κινάδων καὶ ἠλέγχετο , καὶ ὡμολόγει πάντα . -
κατέκλεισεν αὐτὰ καὶ κατεσημήνατο καὶ φύλακας κατέστησεν . -
ὁ δὲ Παυσανίας ἐστρατοπεδεύσατο μὲν ἐν τῷ Ἁλιπέδῳ πρὸς τῷ Πειραιεῖ , Λύσανδρος δὲ σὺν τοῖς μισθοφόροις τὸ εὐώνυμον εἶχεν . -
παραχρῆμα δὲ καὶ οἱ Συρακόσιοι ἱππεῖς ὑπὸ Διονυσίου εἰς Κατάνην ἀπεστάλησαν . -
ἐπεποιήκεσάν γὰρ τι βιαιότερον καὶ ἐφοβοῦντο . -
οἱ δὲ δέκα τῶν ἐν ἄστει καὶ μάλα σὺν τοῖς ἱππάρχοις ἐπεμέλοντο . -
καὶ οὐκ ἐψεύσθησαν , ἀλλʼ εὐθὺς οἱ Φωκεῖς πολλαπλάσια χρήματα ἔλαβον .
Gold Standard Using Alpheios
U2 Ch1 Combined Practice Trees for Gold Standard Comparison:
U2 Ch1 Combined Translation and Commentary of Gold Standard Sentences PDF: