-
αὐτὸς μὲν πεζῇ ἦλθεν εἰς Σηστόν , τὰς δὲ ναῦς περιπλεῖν ἐκεῖσε ἐκέλευσεν . -
ἔδοξε δέχεσθαι τὴν εἰρήνην . -
καὶ τὸ τελευταῖον ἐψηφίσαντο ἐκείνους μὲν καταπαῦσαι , ἄλλους δὲ ἑλέσθαι . -
οἱ δʼ ἐκέλευον ἐκείνους ἄρχειν , καὶ μάλιστα οἱ τριήραρχοι καὶ οἱ ἐπιβάται καὶ οἱ κυβερνῆται . -
Θηραμένης εἶπεν ἐν ἐκκλησίᾳ ὅτι , εἰ βούλονται αὐτὸν πέμψαι παρὰ Λύσανδρον , ἥξει . -
Φαρνάβαζος μὲν οὖν εὐθὺς ἀπῄει , καὶ τοὺς παρὰ βασιλέα πρέσβεις ἀπαντᾶν ἐκέλευσεν εἰς Κύζικον . -
Ἀλκιβιάδης δὲ ἐβούλετο μετὰ τῶν στρατιωτῶν ἀποπλεῖν οἴκαδε . -
κατέλιπε ἐπὶ ταῖς ναυσὶν Ἀντίοχον τὸν αὑτοῦ κυβερνήτην , καὶ ἐπέστειλε μὴ ἐπιπλεῖν ἐπὶ τὰς Λυσάνδρου ναῦς . -
ᾤοντο γὰρ ἀνδραποδισθήσεσθαι καὶ πολλοὺς τῷ λιμῷ ἀπολεῖσθαι . -
Λύσανδρος δὲ τὰς ταχίστας τῶν νεῶν ἐκέλευσεν ἕπεσθαι τοῖς Ἀθηναίοις . -
ἐνόμιζον δὲ οὐδεμίαν εἶναι σωτηρίαν . -
ὁ δὲ αὐτῷ εἶπε δύο ἡμέρας ἐπισχεῖν . -
καὶ εἶπεν ἀθλιωτάτους εἶναι τοὺς Ἕλληνας , φάσκε τε κατά γε τὸ αὑτοῦ δυνατὸν διαλλάξειν Ἀθηναίους καὶ Λακεδαιμονίους . -
Καλλικρατίδας δὲ φεύγειν αἰσχρὸν ἔφη εἶναι . -
ἔλεγεν δὲ θανάτῳ ζημιῶσαι καὶ τοῖς ἕνδεκα παραδοῦναι καὶ τὰ χρήματα δημοσιεῦσαι , τὸ δʼ ἐπιδέκατον τῆς θεοῦ εἶναι . -
οὐ γὰρ ἂν ἔφη ζῆν βούλεσθαι . -
καὶ ἐνόμισε ἀθυμοτέραν καὶ τὴν προσβολὴν ἔσεσθαι . -
τὸν μὲν οὖν Φαρνάβαζον ἐξηγγέλλετο μάχεσθαι κελεύειν . -
καὶ τούτῳ πάντας ἐνόμιζε ὁμοίους εἶναι τοὺς Ἕλληνας , καὶ οὐκ ἐβούλετο μάχεσθαι . -
ἐπιδεικνύναι δʼ αὐτὸν ἔφη ἐν ταῖς ὁδοῖς ἔνθα μὲν ἕνα , ἔνθα δὲ δύο πολεμίους , τοὺς δʼ ἄλλους ἅπαντας συμμάχους . ἐπιδεικνύναι εἶναι -
ἔδοξε δὲ καὶ τοῖς τῶν Ἀθηναίων στρατηγοῖς ἑπτὰ μὲν καὶ τετταράκοντα ναυσὶ Θηραμένην τε καὶ Θρασύβουλον τριηράρχους καὶ τῶν ταξιάρχων τινὰς πλεῖν ἐπὶ τὰς ναῦς καὶ τοὺς ἐπʼ αὐτῶν ἀνθρώπους . -
ἐπεὶ δʼ ἐκεῖ ἦσαν , ἔδοξεν αὐτοῖς ἱκανὰς φυλακὰς διαβαίνειν πάλιν ἐπὶ τὴν Ἰωνίαν . -
ἔδοξε τούς τε λιμένας ἀποχῶσαι πλὴν ἑνὸς καὶ τὰ τείχη εὐτρεπίζειν καὶ φυλακὰς ἐφιστάναι καὶ τ- ἆλλα πάντα εἰς πολιορκίαν παρασκευάζειν τὴν πόλιν . -
ὁ δὲ καλῶς μὲν ἔφη αὐτοὺς λέγειν , οὐ δυνατὸν δʼ εἶναι αὐτῷ ἄλλα ποιεῖν . -
εὐθὺς ἠξίου τὰς Ἰωνικὰς πόλεις ἁπάσας ἑαυτῷ ὑπηκόους εἶναι . -
τὸ μέντοι καὶ μεθʼ ἵππων καὶ μετʼ ἀσπίδων ὠφελεῖν διὰ τούτων τὴν πολιτείαν πρόσθεν ἄριστον ὑπελάμβανεν εἶναι . -
καὶ ὁ Φαρνάβαζος παρεβοήθει , καὶ ἐπέσβη τῷ ἵππῳ εἰς τὴν θάλατταν μέχρι δυνατὸν ἦν . -
καὶ ἔδοξε τῷ δικαστηρίῳ δῆσαι τὸν Ἐρασινίδην . -
οἱ δʼ οὐκ ἔφασαν δεῖν στασιάζειν πρὸς τὴν ἑαυτῶν πόλιν . -
ἅμα δὲ εἰς τὰς ναῦς ἐσήμηνεν εἰσβαίνειν . -
ὁ δʼ Ἀγησίλαος ἀντὶ τοῦ ἐπὶ Καρίαν ἰέναι εὐθὺς ἐπὶ Φρυγίας ἐπορεύετο . -
Κόνων δʼ ἐσήμηνεν εἰς τὰς ναῦς βοηθεῖν κατὰ κράτος . -
οὐ γὰρ νόμος αὐτοῖς δὶς τὸν αὐτὸν ναυαρχεῖν . ἐστιν -
εἶναι γὰρ χρήματα πολλὰ καὶ βασιλεῖ καὶ ἑαυτῷ ἔφη , ὥστε τούτου ἕνεκεν πολλὰς πληροῦν . -
Ἀθηναῖοι ἔμελλον διὰ τὸ ἐπιλελοιπέναι τὸν σῖτον ἅπαντα ὁμολογήσειν . -
χαλεπὸν ἂν τὸ ἐπιβαίνειν ποι τῆς χώρας . ἐστιν -
ἐγένετο δὲ ψήφισμα μὴ ἐξεῖναι περὶ τούτων συμβουλεύειν . -
καὶ εὐθὺς μὲν τοσούτῳ διέφερεν εἰς τὸ ἄρχειν τοῦ Θίβρωνος ὥστε παρήγαγε τὸ στράτευμα διὰ τῆς φιλίας χώρας μέχρι τῆς Φαρναβάζου Αἰολίδος . -
ἔστι δὲ ἐν τοῖς καινοῖς νόμοις τῶν μὲν ἐν τοῖς τρισχιλίοις μηδένα ἀποθνῄσκειν ἄνευ τῆς ψήφου , τῶν δʼ ἔξω τοῦ καταλόγου κυρίους εἶναι τοὺς τριάκοντα θανατοῦν . τινα -
οἱ δὲ λοιποὶ ἄρχοντες καὶ διὰ τὸ τοιαῦτα προσακούειν τοὺς μεθʼ αὑτῶν ἀπήγαγον εἰς τὸ ἄστυ . -
οὗτος γὰρ ἐξ ἀρχῆς προπετέστατος ἐγένετο τὴν δημοκρατίαν μεταστῆσαι εἰς τοὺς τετρακοσίους , καὶ ἐπρώτευεν ἐν ἐκείνοις . -
ἔδοξεν αὐτοῖς Ἐλευσῖνα κατοικεῖν . -
ἕτοιμος ἦν κοινῇ πολεμεῖν καὶ συμμάχεσθαι καὶ συνεκβάλλειν τοὺς Ἕλληνας ἐκ τῆς βασιλέως . -
Ἑρμοκράτης δὲ πρὶν αἰτῆσαι χρήματα μὲν ἐλάμβανε , παρεσκευάζετο δὲ πρὸς τὴν εἰς Συρακούσας κάθοδον ξένους τε καὶ τριήρεις . -
ἐπεὶ δὲ ὡσιώθησαν αἱ ἡμέραι , καὶ ἔδει βασιλέα καθίστασθαι , ἀντέλεγον περὶ βασιλείας Λεωτυχίδης καὶ Ἀγησίλαος ἀδελφός . -
ἐλέγετο δὲ καὶ ἄλλα πολλά , καὶ ἔδοξεν ἀποκτεῖναι τῶν αἰχμαλώτων τοὺς Ἀθηναίους πλὴν Ἀδειμάντου , ὅτι μόνος ἐπελάβετο ἐν τῇ ἐκκλησίᾳ τοῦ περὶ τῆς ἀποτομῆς τῶν χειρῶν ψηφίσματος . -
οὐκ ἔφη οὐδένʼ ἂν Ἑλλήνων ἀνδραποδισθῆναι . -
Κῦρος δὲ ἀεὶ ἀνεβάλλετό αὐτῷ διαλεχθῆναι , Καλλικρατίδας δʼ ἐπὶ τὰς ἐκείνου θύρας φοιτᾶν οὐκ ἐδύνατο ἑαυτόν πεῖσαι . -
Διομέδων μὲν ἐκέλευεν ἅπαντας ἀναιρεῖσθαι τὰ ναυάγια καὶ τοὺς ναυαγούς , Ἐρασινίδης δʼ ἐπὶ τοὺς πρὸς Μυτιλήνην πολεμίους τὴν ταχίστην πλεῖν ἅπαντας . ἐκέλευεν -
ἀνάγκη τοῖς οἴκοι ἄρχουσι πείθεσθαι ἐστιν . -
κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ Ἀχαιοὶ τοὺς ἐποίκους προέδοσαν , ὥστε ἀπολέσθαι αὐτῶν πρὸς ἑπτακοσίους σὺν τῷ ἐκ Λακεδαίμονος ἁρμοστῇ Λαβώτῃ . -
ὁ Μειδίας εἴασεν αὐτὸν εἰσιέναι . -
ἡ δὲ τῆς βουλῆς ἦν μιᾷ ψήφῳ ἅπαντας κρίνειν . -
οὐ μέντοι ἐθαύμαζον γε τὸ Κριτίαν παρανενομηκέναι . -
καλλίστη μὲν γὰρ δήπου δοκεῖ πολιτεία εἶναι ἡ Λακεδαιμονίων . -
καὶ ἔδοξε τῷ δικαστηρίῳ δῆσαι τὸν Ἐρασινίδην . -
οὐ γὰρ ἔφη εἶναι κύριος αὐτός . -
καὶ τοῦτο δεῖ εἰπεῖν . -
ἔδοξε δὲ ἀναβαλέσθαι εἰς ἑτέραν ἐκκλησίαν ( τότε γὰρ ὀψὲ ἦν καὶ τὰς χεῖρας οὐκ ἂν καθεώρων ) . -
αὐτὸς δʼ , ἐπειδὴ ἐκεῖνοι κατέπλεον , ἔθυε τὰ εὐαγγέλια , καὶ τοῖς στρατιώταις παρήγγειλε δειπνοποιεῖσθαι , καὶ τοῖς ἐμπόροις ἀποπλεῖν εἰς Χίον . παρήγγειλε -
αἰσχρὸν γάρ ἐστιν ἐκεῖνον περὶ πλείονος ποιεῖσθαι ἢ τὴν ὅλην πόλιν . ποιεῖσθαι -
ὁ δὲ αὐτὸν ἐκέλευσεν ἐν Μιλήτῳ τὰς ναῦς παραδοῦναι , καὶ ἔφη ὁμολογήσειν θαλαττοκρατεῖν . -
ἐπεὶ δʼ ἐκεῖ ἦσαν , ἔδοξεν αὐτοῖς ἱκανὰς φυλακὰς διαβαίνειν πάλιν ἐπὶ τὴν Ἰωνίαν . -
οἳ οὐκ οἴονται καλὴν ἂν ἐγγενέσθαι ὀλιγαρχίαν . -
οὗτοι ἤρξαντο ἄνδρας καλούς τε κ- ἀγαθοὺς συλλαμβάνειν . -
οἱ τῶν Ἀθηναίων πρέσβεις , καὶ ἐπειδὴ Κῦρον εἶδον , ἐβούλοντο μὲν μάλιστα παρὰ βασιλέα ἀναβῆναι , εἰ δὲ μή , οἴκαδε ἀπελθεῖν . [0] -
οἱ δὲ τριάκοντα προεῖπον μὲν τοῖς ἔξω τοῦ καταλόγου μὴ εἰσιέναι εἰς τὸ ἄστυ , ἦγον δὲ ἐκ τῶν χωρίων . -
οἱ ἔφοροι ἔπεμψαν πρὸς Δερκυλίδαν , καὶ ἐκέλευον αὐτὸν διαβαίνειν σὺν τῷ στρατεύματι ἐπὶ Καρίαν καὶ Φάρακα τὸν ναύαρχον σὺν ταῖς ναυσὶ παραπλεῖν . ἐκέλευον -
οἱ δʼ ἔφοροι Σαμίῳ τῷ τότε ναυάρχῳ ἐπέστειλαν ὑπηρετεῖν Κύρῳ . -
ἔξεστι αὐτῷ μὴ στρατεύεσθαι . -
αὐτοὶ γὰρ νῦν στρατηγεῖν ἔφησαν οὐκ ἐκεῖνον . -
αὐτοὶ δὲ βούλονται σὺν τοῖς Ἕλλησι μᾶλλον ἢ σὺν τῷ βαρβάρῳ εἶναι . βούλονται εἶναι -
Κῦρος δὲ τόν τε πατέρα ἔφη ταῦτα ἐπεσταλκέναι καὶ αὐτὸς οὐκ ἄλλʼ ἐγνωκέναι , ἀλλὰ πάντα ποιήσειν . -
ὁ δὲ τούς τε φρουροὺς καὶ Καλλίβιον ἁρμοστὴν συνέπραξεν αὐτοῖς πεμφθῆναι . -
οἱ δὲ ταῦτά τε ἐπῄνουν καὶ ἐκέλευον αὐτὸν τάξαι τῷ ναύτῃ δραχμὴν Ἀττικήν . -
ἐπεὶ γάρ εἰς τὴν γῆν κατέπλευσαν , Διομέδων μὲν ἐκέλευεν ἅπαντας ἀναιρεῖσθαι τὰ ναυάγια καὶ τοὺς ναυαγούς , Ἐρασινίδης δʼ ἐπὶ τοὺς πρὸς Μυτιλήνην πολεμίους τὴν ταχίστην πλεῖν ἅπαντας . ἐκέλευεν -
δεῖ δὲ πέμπειν τοῖς ἄλλοις συμμάχοις . -
ἔδοξε δὲ καὶ τοῖς τῶν Ἀθηναίων στρατηγοῖς ἑπτὰ καὶ τετταράκοντα ναυσὶ Θηραμένην τε καὶ Θρασύβουλον τριηράρχους καὶ τῶν ταξιάρχων τινὰς πλεῖν ἐπὶ τὰς ναῦς καὶ τοὺς ἐπʼ αὐτῶν ἀνθρώπους . -
καὶ ἔτι μηνὸς τὸν μισθὸν προέδωκεν , ὥστε τὸ στράτευμα πολὺ προθυμότερον εἶναι . -
οἱ οὖν περὶ τὸν Θηραμένην παρεσκεύασαν ἀνθρώπους πολλοὺς ἐν ταύτῃ τῇ ἑορτῇ , καὶ Καλλίξενον ἔπεισαν ἐν τῇ βουλῇ κατηγορεῖν τῶν στρατηγῶν . -
οἱ δʼ ἐκ τοῦ ἄστεως πρῶτον μὲν συνετάξαντο , ὥστε ἐμπλῆσαι τὴν ὁδὸν . -
ἠναγκάσθη μὲν θεραπεύειν τοὺς ἐχθίστους . -
ἀλλʼ ἔξεστιν , ἔφη , τούτων πίστιν λαβεῖν . -
ἐβούλοντο δὲ πολλοὶ τῶν ἰδιωτῶν ἐγγυᾶσθαι . -
εἰς τοῦτο ἐκέλευε φανερὰν φέρειν τὴν ψῆφον . -
οἱ δὲ ἀπὸ Φυλῆς ἔτι μὲν ἐπεχείρησαν μὴ ἀνιέναι αὐτούς , ἐπεὶ δὲ ὁ κύκλος πολλῆς φυλακῆς ἐδόκει δεῖσθαι , συνεσπειράθησαν ἐπὶ τὴν Μουνιχίαν . -
καὶ τοὺς ἄλλους χρὴ εἰς τὸν δῆμον παραδοθῆναι . -
καὶ τοῦτο μέντοι χρὴ εὖ εἰδέναι , ὅτι ἡ Λακεδαιμονίων πλεονεξία πολὺ εὐκαταλυτωτέρα ἐστὶ τῆς ἀρχῆς . -
ἔλεγεν γὰρ εἶναι χρήματα πολλὰ καὶ βασιλεῖ καὶ ἑαυτῷ . -
καὶ οὐ πολλῷ χρόνῳ ὕστερον μετέμελε τοῖς Ἀθηναίοις , καὶ ἐψηφίσαντο προβολὰς αὐτῶν εἶναι , καὶ ἐγγυητὰς καταστῆσαι , εἶναι δὲ καὶ Καλλίξενον τούτων . -
δύναται ταύτην τὴν χώραν ἀδῄωτον διαφυλάττειν . -
οἱ δὲ πρυτάνεις ὡμολόγουν πάντες προθήσειν πλὴν Σωκράτους τοῦ Σωφρονίσκου . -
καὶ ὠργίζετο αὐτοῖς , ἀλλὰ λάθρᾳ ἐδίδασκε τοὺς ἐν Πειραιεῖ πρέσβεις πέμπειν πρὸς ἑαυτὸν καὶ τοὺς ἐφόρους . -
Πείσανδρον δὲ τὸν τῆς γυναικὸς ἀδελφὸν ναύαρχον κατέστησε , φιλότιμον μὲν καὶ ἐρρωμένον τὴν ψυχήν , ἀπειρότερον δὲ τοῦ παρασκευάζεσθαι ὡς δεῖ . -
περὶ δὲ τῶν τειχῶν τῆς καθαιρέσεως οὐδεὶς ἐβούλετο συμβουλεύειν . -
προυκαλοῦντο δὲ τῶν μακρῶν τειχῶν ἐπὶ δέκα σταδίους καθελεῖν ἑκατέρου . -
τὰ ζεύγη ἐκέλευσε πάντα ἁμαξιαίους λίθους ἄγειν . -
τὴν μὲν οὖν ἡμέραν οὕτως ἀνεῖχον , εἰς δὲ τὴν ἑσπέραν ἐξεβίβαζεν , ὡς μὴ καταδήλους εἶναι τοῖς πολεμίοις . -
Τισσαφέρνης γὰρ πολλοῦ ἄξιος βασιλεῖ ἔδοξε γεγενῆσθαι ἐν τῷ πρὸς τὸν ἀδελφὸν πολέμῳ . -
τὸ μέντοι καὶ μεθʼ ἵππων καὶ μετʼ ἀσπίδων ὠφελεῖν διὰ τούτων τὴν πολιτείαν πρόσθεν ἄριστον ὑπελάμβανεν εἶναι . -
τοῖς δὲ Συρακοσίοις καὶ Σελινουσίοις ἀριστεῖα ἔδωκαν καὶ κοινῇ καὶ ἰδίᾳ πολλοῖς . -
τὸν γὰρ σῖτον Κλέαρχον τοῖς Λακεδαιμονίων στρατιώταις διδόναι , καὶ διὰ ταῦτʼ οὖν τοὺς πολεμίους ἔφη εἰσέσθαι , οὐκ ἀργυρίου ἕνεκα οὐ -δὲ διὰ τὸ μισεῖν Λακεδαιμονίους . -
τὸν δὲ ἅνδρα ἀεὶ διὰ τῆς πυλίδος ἐπὶ τὴν θάλατταν ἐξιέναι ἐκέλευον . -
τοῦ δὲ δήμου ἔνιοι ταῦτα ἐπῄνουν , τὸ δὲ πλῆθος ἐβόα δεινὸν εἶναι . -
τούτους μὲν νόμους ἀεὶ ἔμελλον συγγράφειν τε καὶ ἀποδεικνύναι , βουλὴν δὲ καὶ τὰς ἄλλας ἀρχὰς κατέστησαν ὡς ἐδόκει αὐτοῖς .
Reading Ancient Greek in the Digital Age
An Online Course by Dr. Vanessa B. Gorman
Menu

Unit 2: The Complex Sentence
Chapter 1 – Infinitives
Videos and PowerPoints on Greek Infinitives
Morphology of Greek Infinitives [8:41]
Uses of Greek Infinitives [17:49]
Practice Sentences Using Alpheios
U2 Ch3–Translation and Commentary of Alpheios Sentences PDF:
Ch. 2.3 Infinitives – Practice Sentences Using Alpheios
Gold Standard Using Alpheios
U2 Ch3 Practice Trees for Gold Standard Comparison:
U2 Ch3 Translation and Commentary of Gold Standard Sentences PDF: