-
ἐλέγετο δὲ καὶ ἄλλα πολλά , καὶ ἔδοξεν ἀποκτεῖναι τῶν αἰχμαλώτων ὅσοι ἦσαν Ἀθηναῖοι πλὴν Ἀδειμάντου , ὅτι μόνος ἐπελάβετο ἐν τῇ ἐκκλησίᾳ τοῦ περὶ τῆς ἀποτομῆς τῶν χειρῶν ψηφίσματος . -
ὅσοι δὲ ἦσαν ἀπὸ Πριήνης τε καὶ Ἀχιλλείου καὶ ἀπὸ νήσων καὶ τῶν Ἰωνικῶν πόλεων , οἱ μέν τινες ἀπεδίδρασκον . -
οὐκέτι ἀνέμενε τὸ ἀπὸ Λακεδαίμονος στράτευμα , ἀλλὰ σὺν οἷς εἶχεν ᾔει πρὸς τὸ τεῖχος τῶν Ἁλιαρτίων . -
προεῖπεν ὅσους τε δεῖ ἑκασταχόθεν πέμπεσθαι καὶ ὅπου παρεῖναι . -
ὁ δὲ ἀπήγαγεν εἰς Κίον τῆς Μυσίας , ὅθεν πρὸς τὸ ἄλλο στρατόπεδον ἀπέπλευσαν . -
τῇ δʼ ὑστεραίᾳ ἐκκλησίαν ἐποίησαν , ἐν ᾗ ἔδοξε τούς τε λιμένας ἀποχῶσαι πλὴν ἑνὸς καὶ τὰ τείχη εὐτρεπίζειν καὶ φυλακὰς ἐφιστάναι καὶ τ- ἆλλα πάντα ὡς εἰς πολιορκίαν παρασκευάζειν τὴν πόλιν . -
ἐπεὶ δʼ ἔπραξαν ἃ ἐβούλοντο οἱ Λακεδαιμόνιοι , ποίας ἢ ἀρχῆς ἢ τιμῆς ἢ ποίων χρημάτων μεταδεδώκασιν αὐτοῖς ; -
ὅσοι μὲν γὰρ ἐπεποιήκεσάν τι βιαιότερον καὶ ἐφοβοῦντο , ἐντόνως ἔλεγον . -
πείσεσθαι ἐνόμισαν οἷα ἐποίησαν Μηλίους τε Λακεδαιμονίων ἀποίκους , καὶ Ἱστιαιέας καὶ Σκιωναίους καὶ Τορωναίους καὶ Αἰγινήτας καὶ ἄλλους πολλοὺς τῶν Ἑλλήνων . -
τὸ πρᾶγμα οὐκ ᾔδεσαν ὁπόσον τὸ μέγεθος ἤν . -
ὅσον μὲν δὴ ἦν ἐκ Πελοποννήσου στράτευμα , ἡσυχίαν εἶχε καὶ παρεσκευάζετο . -
τις εἶχε καὶ ὅθεν ὁ κατὰ θάλατταν σῖτος φοιτᾷ . -
καὶ συνέλεξε ἐκεῖ ὅσον ἐδύνατο τοῦ στρατεύματος πλεῖστον , καὶ εἰς Ἔφεσον τὸν στόλον ἐποιεῖτο . συλλέγειν -
καὶ οὐ πολλῷ χρόνῳ ὕστερον μετέμελε τοῖς Ἀθηναίοις , καὶ ἐψηφίσαντο , οἵτινες τὸν δῆμον ἐξηπάτησαν , προβολὰς αὐτῶν εἶναι , καὶ ἐγγυητὰς καταστῆσαι , εἶναι δὲ καὶ Καλλίξενον τούτων . -
καὶ χειμὼν ἐπῄει , ἐν ᾧ οἱ αἰχμάλωτοι Συρακόσιοι νυκτὸς ᾤχοντο εἰς Δεκέλειαν , οἱ δʼ εἰς Μέγαρα . ᾤχοντο -
ὅστις δὲ μηδετέροις ἀρέσκει , τοῦτον τί ποτε καὶ καλέσαι χρή ; -
καίτοι τοσούτῳ μὲν δεινότερον προδοσία πολέμου , ὅσῳ χαλεπώτερον φυλάξασθαι τὸ ἀφανὲς τοῦ φανεροῦ , τοσούτῳ δʼ ἔχθιον , ὅσῳ πολεμίοις μὲν ἄνθρωποι καὶ σπένδονται καὶ αὖθις πιστοὶ γίγνονται , τούτῳ δʼ οὔ -τε ἐσπείσατο πώποτε οὐδεὶς οὔ -τʼ ἐπίστευσε τοῦ λοιποῦ . ἐστιν ἐστιν -
τοσοῦτον δʼ εἶχε εἰπεῖν ὑπὲρ ἀμφοτέρων , ὅτι ὁ χειμὼν διεκώλυσε μηδὲν πρᾶξαι ὧν οἱ στρατηγοὶ παρεσκευάσαντο . -
καὶ ὁ ἐνιαυτὸς ἔληγεν οὗτος , ἐν ᾧ Μῆδοι καὶ πάλιν προσεχώρησαν αὐτῷ . -
ἐκέλευε ναυπηγεῖσθαι τριήρεις ἐν Ἀντάνδρῳ ὅσας ἕκαστοι ἀπώλεσαν . -
τῷ δὲ ἄλλῳ ἔτει ᾧ ἦν Ὀλυμπιὰς τρίτη καὶ ἐνενηκοστή , Ἀθηναῖοι μὲν Θορικὸν ἐτείχισαν , Θράσυλλος δὲ ἐξέπλευσεν εἰς Σάμον . -
ἡ δʼ ἐπεὶ κυρία τῆς χώρας ἐγένετο , τούς τε φόρους οὐδὲν ἧττον τἀνδρὸς ἀπεδίδου , καὶ πρὸς τούτοις ἀεὶ ἦγε δῶρα αὐτῷ , καὶ πολὺ πάντων τῶν ὑπάρχων κάλλιστα καὶ ἥδιστα ἐδέχετο αὐτόν , καὶ ἅς τε παρέλαβε πόλεις διεφύλαττεν αὐτῷ καὶ τῶν οὐχ ὑπηκόων προσέλαβεν ἐπιθαλαττιδίας Λάρισάν τε καὶ Ἁμαξιτὸν καὶ Κολωνάς . -
ἐκ δὲ τούτου Κῦρος ἠξίου , οἷόσπερ αὐτὸς Λακεδαιμονίοις ἦν ἐν τῷ πρὸς Ἀθηναίους πολέμῳ , τοιούτους καὶ Λακεδαιμονίους αὐτῷ γίγνεσθαι . -
ἐπεὶ δὲ οἱ μετὰ Κύρου συνέμειξαν αὐτῷ , ἐκ τούτου ἤδη καὶ ἐν τοῖς πεδίοις ἀντετάττετο τῷ Τισσαφέρνει , καὶ πόλεις Πέργαμον μὲν ἑκοῦσαν προσέλαβε καὶ Τευθρανίαν καὶ Ἁλίσαρναν , ὧν Εὐρυσθένης τε καὶ Προκλῆς ἦρχον οἱ ἀπὸ Δαμαράτου τοῦ Λακεδαιμονίου . -
οἱ ἔφοροι καὶ οἱ ἔκκλητοι ἐξέπεμψαν πεντεκαίδεκα ἄνδρας εἰς τὰς Ἀθήνας , καὶ ἐπέταξαν σὺν Παυσανίᾳ διαλλάξαι ὅπῃ δύναιντο κάλλιστα . -
καὶ πόσαι αὐτῷ οἰκίαι ἦσαν ; -
παρεσκεύασαν ὅπλα τε ὅσα ἔλαβον καὶ σκεύη . -
ἐπιστολὴν ἐπεδείκνυε μαρτύριον ἣν ἔπεμψαν οἱ στρατηγοὶ εἰς τὴν βουλὴν καὶ εἰς τὸν δῆμον . -
συνέγραψε νόμους , καθʼ οὕστινας πολιτεύσονται . -
κατὰ δὲ τὴν παραγγελίαν ἐρρίπτουν πάντες ὅσοι εἶχον τοὺς καλάμους . -
ἐδίδασκε τοὺς ἐν Πειραιεῖ οἷα χρὴ . πράττειν -
καὶ ἄλλα τε πολλὰ χρήματα ἐλήφθη , ἃ ηὗρε πλέον ἢ ἑβδομήκοντα τάλαντα , καὶ αἱ κάμηλοι δὲ τότε ἐλήφθησαν , ἃς Ἀγησίλαος εἰς τὴν Ἑλλάδα ἀπήγαγεν . ἐλήφθη -
πῶς τούτου χρή ποτε φείσασθαι ; -
τί δεῖ ἄλλον σατράπην καθιστάναι ; -
ἐπεὶ μέντοι Τισσαφέρνης σατράπης κατεπέμφθη ὧν τε αὐτὸς πρόσθεν ἦρχε καὶ ὧν Κῦρος , εὐθὺς ἠξίου τὰς Ἰωνικὰς πόλεις ἁπάσας ἑαυτῷ ὑπηκόους εἶναι . ἦρχε -
οἱ δὲ λοιποὶ στρατηγοὶ συνεχώρησαν πρὸς Φαρνάβαζον ὑπὲρ Καλχηδόνος εἴκοσι τάλαντα δοῦναι Ἀθηναίοις Φαρνάβαζον καὶ ὡς βασιλέα πρέσβεις Ἀθηναίων ἀναγαγεῖν , καὶ ὅρκους ἔδοσαν καὶ ἔλαβον παρὰ Φαρναβάζου ὑποτελεῖν τὸν φόρον Καλχηδονίους Ἀθηναίοις ὅσονπερ εἰώθεσαν , Ἀθηναίους δὲ μὴ πολεμεῖν Καλχηδονίοις . ἀποδοῦναι -
οἱ δʼ ἐκ τῆς πόλεως ἐβοήθησαν οἵ τε σύμμαχοι οὓς Τισσαφέρνης ἤγαγε . -
ὅ γε μὴν τῆς Ἀσίας βασιλεὺς νῦν τί διάφορον πάσχει ἢ εἰ κατεπολέμησεν αὐτούς ; πάσχει ἄν -
οἱ δʼ ἐκ τοῦ ἄστεως πρῶτον μὲν συνετάξαντο , ὥστε ἐμπλῆσαι τὴν ὁδὸν ἣ φέρει πρός τε τὸ ἱερὸν τῆς Μουνιχίας Ἀρτέμιδος καὶ τὸ Βενδίδειον . -
ἔδοξε τῷ δήμῳ τριάκοντα ἄνδρας ἑλέσθαι , οἳ τοὺς πατρίους νόμους συγγράψουσι , καθʼ οὓς πολιτεύσουσι .
Reading Ancient Greek in the Digital Age
An Online Course by Dr. Vanessa B. Gorman
Menu

Unit 2: The Complex Sentence
Chapter 4 – Relative Clauses
Videos and PowerPoints on Relative Clauses
Greek Relative Clauses [24:52]
Practice Sentences Using Alpheios
U2 Ch4–Translation and Commentary of Alpheios Sentences PDF:
Ch. 2.4 Relative Clauses – Practice Sentences Using Alpheios
Gold Standard Using Alpheios
U2 Ch4 Practice Trees for Gold Standard Comparison:
U2 Ch4 Translation and Commentary of Gold Standard Sentences PDF: