-
μετὰ δὲ ταῦτα οὐ πολλαῖς ἡμέραις ὕστερον ἦλθεν ἐξ Ἀθηνῶν Θυμοχάρης ἔχων ναῦς ὀλίγας · -
καὶ εὐθὺς ἐναυμάχησαν αὖθις Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι , ἐνίκησαν δὲ Λακεδαιμόνιοι ἡγουμένου Ἀγησανδρίδου . -
μετʼ ὀλίγον δὲ τούτων Δωριεὺς ὁ Διαγόρου ἐκ Ῥόδου εἰς Ἑλλήσποντον εἰσέπλει ἀρχομένου χειμῶνος τέτταρσι καὶ δέκα ναυσὶν ἅμα ἡμέρᾳ . -
κατιδὼν δὲ ὁ τῶν Ἀθηναίων ἡμεροσκόπος ἐσήμηνε τοῖς στρατηγοῖς . -
οἱ δὲ ἀνηγάγοντο ἐπʼ αὐτὸν εἴκοσι ναυσίν , ἃς ὁ Δωριεὺς φυγὼν πρὸς τὴν γῆν ἀνεβίβαζε τὰς αὑτοῦ τριήρεις , ὡς ἤνοιγε , περὶ τὸ Ῥοίτειον . -
ἐγγὺς δὲ γενομένων τῶν Ἀθηναίων ἐμάχοντο ἀπό τε τῶν νεῶν καὶ τῆς γῆς μέχρι οἱ Ἀθηναῖοι ἀπέπλευσαν εἰς Μάδυτον πρὸς τὸ ἄλλο στρατόπεδον οὐδὲν πράξαντες . -
Μίνδαρος δὲ κατιδὼν τὴν μάχην ἐν Ἰλίῳ θύων τῇ Ἀθηνᾷ , ἐβοήθει ἐπὶ τὴν θάλατταν , καὶ καθελκύσας τὰς ἑαυτοῦ τριήρεις ἀπέπλει , ὅπως ἀναλάβοι τὰς μετὰ Δωριέως . -
οἱ δὲ Ἀθηναῖοι ἀνταναγαγόμενοι ἐναυμάχησαν περὶ Ἄβυδον κατὰ τὴν ᾐόνα , μέχρι δείλης ἐξ ἑωθινοῦ . -
καὶ τὰ μὲν νικώντων , τὰ δὲ νικωμένων , Ἀλκιβιάδης ἐπεισπλεῖ δυοῖν δεούσαις εἴκοσι ναυσίν . -
ἐντεῦθεν δὲ φυγὴ τῶν Πελοποννησίων ἐγένετο πρὸς τὴν Ἄβυδον · -
καὶ ὁ Φαρνάβαζος παρεβοήθει , καὶ ἐπεισβαίνων τῷ ἵππῳ εἰς τὴν θάλατταν μέχρι δυνατὸν ἦν ἐμάχετο , καὶ τοῖς ἄλλοις τοῖς αὑτοῦ ἱππεῦσι καὶ πεζοῖς παρεκελεύετο . -
συμφράξαντες δὲ τὰς ναῦς οἱ Πελοποννήσιοι καὶ παραταξάμενοι πρὸς τῇ γῇ ἐμάχοντο . -
Ἀθηναῖοι δὲ ἀπέπλευσαν , τριάκοντα ναῦς τῶν πολεμίων λαβόντες κενὰς καὶ ἃς αὐτοὶ ἀπώλεσαν κομισάμενοι , εἰς Σηστόν . -
ἐντεῦθεν πλὴν τετταράκοντα νεῶν ἄλλαι ἄλλῃ ᾤχοντο ἐπʼ ἀργυρολογίαν ἔξω τοῦ Ἑλλησπόντου · -
καὶ ὁ Θράσυλλος , εἷς ὢν τῶν στρατηγῶν , εἰς Ἀθήνας ἔπλευσε ταῦτα ἐξαγγελῶν καὶ στρατιὰν καὶ ναῦς αἰτήσων . -
μετὰ δὲ ταῦτα Τισσαφέρνης ἦλθεν εἰς Ἑλλήσποντον · -
ἀφικόμενον δὲ παρʼ αὐτὸν μιᾷ τριήρει Ἀλκιβιάδην ξένιά τε καὶ δῶρα ἄγοντα συλλαβὼν εἶρξεν ἐν Σάρδεσι , φάσκων κελεύειν βασιλέα πολεμεῖν Ἀθηναίοις . -
ἡμέραις δὲ τριάκοντα ὕστερον Ἀλκιβιάδης ἐκ Σάρδεων μετὰ Μαντιθέου τοῦ ἁλόντος ἐν Καρίᾳ ἵππων εὐπορήσαντες νυκτὸς ἀπέδρασαν εἰς Κλαζομενάς · -
οἱ δʼ ἐν Σηστῷ Ἀθηναῖοι , αἰσθόμενοι Μίνδαρον πλεῖν ἐπʼ αὐτοὺς μέλλοντα ναυσὶν ἑξήκοντα , νυκτὸς ἀπέδρασαν εἰς Καρδίαν . -
ἐνταῦθα δὲ καὶ Ἀλκιβιάδης ἧκεν ἐκ τῶν Κλαζομενῶν σὺν πέντε τριήρεσι καὶ ἐπακτρίδι . -
πυθόμενος δὲ ὅτι αἱ τῶν Πελοποννησίων νῆες ἐξ Ἀβύδου ἀνηγμέναι εἶεν εἰς Κύζικον , αὐτὸς μὲν πεζῇ ἦλθεν εἰς Σηστόν , τὰς δὲ ναῦς περιπλεῖν ἐκεῖσε ἐκέλευσεν . -
ἐπεὶ δʼ ἦλθον , ἀνάγεσθαι ἤδη αὐτοῦ μέλλοντος ὡς ἐπὶ ναυμαχίαν ἐπεισπλεῖ Θηραμένης εἴκοσι ναυσὶν ἀπὸ Μακεδονίας , ἅμα δὲ καὶ Θρασύβουλος εἴκοσιν ἑτέραις ἐκ Θάσου , ἀμφότεροι ἠργυρολογηκότες . ἐπεισπλεῖ -
Ἀλκιβιάδης δὲ εἰπὼν καὶ τούτοις διώκειν αὐτὸν ἐξελομένοις τὰ μεγάλα ἱστία αὐτὸς ἔπλευσεν εἰς Πάριον · -
ἁθρόαι δὲ γενόμεναι αἱ νῆες ἅπασαι ἐν Παρίῳ ἓξ καὶ ὀγδοήκοντα τῆς ἐπιούσης νυκτὸς ἀνηγάγοντο , καὶ τῇ ἄλλῃ ἡμέρᾳ περὶ ἀρίστου ὥραν ἧκον εἰς Προκόννησον . -
ἐκεῖ δʼ ἐπύθοντο ὅτι Μίνδαρος ἐν Κυζίκῳ εἴη καὶ Φαρνάβαζος μετὰ τοῦ πεζοῦ . -
ταύτην μὲν οὖν τὴν ἡμέραν αὐτοῦ ἔμειναν , τῇ δὲ ὑστεραίᾳ Ἀλκιβιάδης ἐκκλησίαν ποιήσας παρεκελεύετο αὐτοῖς ὅτι ἀνάγκη εἴη καὶ ναυμαχεῖν καὶ πεζομαχεῖν καὶ τειχομαχεῖν · -
οὐ γὰρ ἔστιν , ἔφη , χρήματα ἡμῖν , τοῖς δὲ πολεμίοις ἄφθονα παρὰ βασιλέως . ἔστιν -
τῇ δὲ προτεραίᾳ , ἐπειδὴ ὡρμίσαντο , τὰ πλοῖα πάντα καὶ τὰ μικρὰ συνήθροισε παρʼ ἑαυτόν , ὅπως μηδεὶς ἐξαγγείλαι τοῖς πολεμίοις τὸ πλῆθος τῶν νεῶν , ἐπεκήρυξέ τε , ὃς ἂν ἁλίσκηται εἰς τὸ πέραν διαπλέων , θάνατον τὴν ζημίαν . -
μετὰ δὲ τὴν ἐκκλησίαν παρασκευασάμενος ὡς ἐπὶ ναυμαχίαν ἀνηγάγετο ἐπὶ τὴν Κύζικον ὕοντος πολλῷ . -
ἐπειδὴ δʼ ἐγγὺς τῆς Κυζίκου ἦν , αἰθρίας γενομένης καὶ τοῦ ἡλίου ἐκλάμψαντος καθορᾷ τὰς τοῦ Μινδάρου ναῦς γυμναζομένας πόρρω ἀπὸ τοῦ λιμένος καὶ ἀπειλημμένας ὑπʼ αὐτοῦ , ἑξήκοντα οὔσας . -
οἱ δὲ Πελοποννήσιοι ἰδόντες τὰς τῶν Ἀθηναίων τριήρεις οὔσας πλείους τε πολλῷ ἢ πρότερον καὶ πρὸς τῷ λιμένι , ἔφυγον εἰς τὴν γῆν · [0] -
καὶ συνορμίσαντες τὰς ναῦς ἐμάχοντο ἐπιπλέουσι τοῖς ἐναντίοις . -
Ἀλκιβιάδης δὲ ταῖς εἴκοσι τῶν νεῶν περιπλεύσας ἀπέβη εἰς τὴν γῆν . -
ἰδὼν δὲ ὁ Μίνδαρος , καὶ αὐτὸς ἀποβὰς ἐν τῇ γῇ μαχόμενος ἀπέθανεν · -
οἱ δὲ μετʼ αὐτοῦ ὄντες ἔφυγον . -
τὰς δὲ ναῦς οἱ Ἀθηναῖοι ᾤχοντο ἄγοντες ἁπάσας εἰς Προκόννησον πλὴν τῶν Συρακοσίων · -
ἐκείνας δὲ αὐτοὶ κατέκαυσαν οἱ Συρακόσιοι . -
ἐκεῖθεν δὲ τῇ ὑστεραίᾳ ἔπλεον οἱ Ἀθηναῖοι ἐπὶ Κύζικον . -
οἱ δὲ Κυζικηνοὶ τῶν Πελοποννησίων καὶ Φαρναβάζου ἐκλιπόντων αὐτὴν ἐδέχοντο τοὺς Ἀθηναίους · -
Ἀλκιβιάδης δὲ μείνας αὐτοῦ εἴκοσιν ἡμέρας καὶ χρήματα πολλὰ λαβὼν παρὰ τῶν Κυζικηνῶν , οὐδὲν ἄλλο κακὸν ἐργασάμενος ἐν τῇ πόλει ἀπέπλευσεν εἰς Προκόννησον . -
ἐκεῖθεν δʼ ἔπλευσεν εἰς Πέρινθον καὶ Σηλυμβρίαν . -
καὶ Περίνθιοι μὲν εἰσεδέξαντο εἰς τὸ ἄστυ τὸ στρατόπεδον · -
Σηλυμβριανοὶ δὲ ἐδέξαντο μὲν οὔ , χρήματα δὲ ἔδοσαν . -
ἐντεῦθεν δʼ ἀφικόμενοι τῆς Καλχηδονίας εἰς Χρυσόπολιν ἐτείχισαν αὐτήν , καὶ δεκατευτήριον κατεσκεύασαν ἐν αὐτῇ , καὶ τὴν δεκάτην ἐξέλεγον τῶν ἐκ τοῦ Πόντου πλοίων , καὶ φυλακὴν ἐγκαταλιπόντες ναῦς τριάκοντα καὶ στρατηγὼ δύο , Θηραμένην καὶ Εὔμαχον , τοῦ τε χωρίου ἐπιμελεῖσθαι καὶ τῶν ἐκπλεόντων πλοίων καὶ εἴ τι ἄλλο δύναιντο βλάπτειν τοὺς πολεμίους . -
οἱ δʼ ἄλλοι στρατηγοὶ εἰς τὸν Ἑλλήσποντον ᾤχοντο .
Reading Ancient Greek in the Digital Age
An Online Course by Dr. Vanessa B. Gorman
Menu

Unit 2: The Complex Sentence
Chapter 6 – Participles
Videos and PowerPoints on Participles
Participles [28:05]
Practice Sentences Using Alpheios
U2 Ch6 –English Translation Perseus:
Ch. 2.6 – Xenophon, Hellenika 1.1.1-22 – Practice Sentences Using Alpheios
Gold Standard Using Alpheios
U2 Ch6 Practice Trees for Gold Standard Comparison:
U2 Ch6 Link to English Translations on Perseus:
U2 Ch6 Link to Greek Text on Perseus:
NOTE: Use the source citation in each tree file in Perseids to look up the translation in Perseus