-
ἐπεὶ δὲ ὁ Θηραμένης παρῆν , ἀναστὰς ὁ Κριτίας ἔλεξεν ὧδε . -
ὦ ἄνδρες βουλευταί , εἰ μέν τις ὑμῶν νομίζει πλείους τοῦ καιροῦ ἀποθνῄσκειν , ἐννοησάτω ὅτι ὅπου πολιτεῖαι μεθίστανται πανταχοῦ ταῦτα γίγνεται · -
πλείστους δὲ ἀνάγκη ἐνθάδε πολεμίους εἶναι τοῖς εἰς ὀλιγαρχίαν μεθιστᾶσι διά τε τὸ πολυανθρωποτάτην τῶν Ἑλληνίδων τὴν πόλιν εἶναι καὶ διὰ τὸ πλεῖστον χρόνον ἐν ἐλευθερίᾳ τὸν δῆμον τεθράφθαι . ἐστιν -
ἡμεῖς δὲ γνόντες μὲν τοῖς οἵοις ἡμῖν τε καὶ ὑμῖν χαλεπὴν πολιτείαν εἶναι δημοκρατίαν , γνόντες δὲ ὅτι Λακεδαιμονίοις τοῖς περισώσασιν ἡμᾶς ὁ μὲν δῆμος οὔποτʼ ἂν φίλος γένοιτο , οἱ δὲ βέλτιστοι ἀεὶ ἂν πιστοὶ διατελοῖεν , διὰ ταῦτα σὺν τῇ Λακεδαιμονίων γνώμῃ τήνδε τὴν πολιτείαν καθίσταμεν . -
καὶ ἐάν τινα αἰσθανώμεθα ἐναντίον τῇ ὀλιγαρχίᾳ , ὅσον δυνάμεθα ἐκποδὼν ποιούμεθα · ὄντα -
πολὺ δὲ μάλιστα δοκεῖ ἡμῖν δίκαιον εἶναι , εἴ τις ἡμῶν αὐτῶν λυμαίνεται ταύτῃ τῇ καταστάσει , δίκην αὐτὸν διδόναι . -
νῦν οὖν αἰσθανόμεθα Θηραμένην τουτονὶ οἷς δύναται ἀπολλύντα ἡμᾶς τε καὶ ὑμᾶς . -
ὡς δὲ ταῦτα ἀληθῆ , ἂν κατανοῆτε , εὑρήσετε οὔ -τε ψέγοντα οὐδένα μᾶλλον Θηραμένους τουτουὶ τὰ παρόντα οὔ -τε ἐναντιούμενον , ὅταν τινὰ ἐκποδὼν βουλώμεθα ποιήσασθαι τῶν δημαγωγῶν . ἐστιν -
εἰ μὲν τοίνυν ἐξ ἀρχῆς ταῦτα ἐγίγνωσκε , πολέμιος μὲν ἦν , οὐ μέντοι πονηρός γʼ ἂν δικαίως ἐνομίζετο · -
νῦν δὲ αὐτὸς μὲν ἄρξας τῆς πρὸς Λακεδαιμονίους πίστεως καὶ φιλίας , αὐτὸς δὲ τῆς τοῦ δήμου καταλύσεως , μάλιστα δὲ ἐξορμήσας ὑμᾶς τοῖς πρώτοις ὑπαγομένοις εἰς ὑμᾶς δίκην ἐπιτιθέναι , νῦν ἐπεὶ καὶ ὑμεῖς καὶ ἡμεῖς φανερῶς ἐχθροὶ τῷ δήμῳ γεγενήμεθα , οὐκέτʼ αὐτῷ τὰ γιγνόμενα ἀρέσκει , ὅπως αὐτὸς μὲν αὖ ἐν τῷ ἀσφαλεῖ καταστῇ , ἡμεῖς δὲ δίκην δῶμεν τῶν πεπραγμένων . ἐστιν ἐστιν ἄρξας ἐστιν -
ὥστε οὐ μόνον ὡς ἐχθρῷ αὐτῷ προσήκει ἀλλὰ καὶ ὡς προδότῃ ὑμῶν τε καὶ ἡμῶν διδόναι τὴν δίκην . ὄντι ὄντι -
καίτοι τοσούτῳ μὲν δεινότερον προδοσία πολέμου , ὅσῳ χαλεπώτερον φυλάξασθαι τὸ ἀφανὲς τοῦ φανεροῦ , τοσούτῳ δʼ ἔχθιον , ὅσῳ πολεμίοις μὲν ἄνθρωποι καὶ σπένδονται καὶ αὖθις πιστοὶ γίγνονται , ὃν δʼ ἂν προδιδόντα λαμβάνωσι , τούτῳ οὔ -τε ἐσπείσατο πώποτε οὐδεὶς οὔ -τʼ ἐπίστευσε τοῦ λοιποῦ . ἐστιν ἐστιν -
ἵνα δὲ εἰδῆτε ὅτι οὐ καινὰ ταῦτα οὗτος ποιεῖ , ἀλλὰ φύσει προδότης ἐστίν , ἀναμνήσω ὑμᾶς τὰ τούτῳ πεπραγμένα . -
οὗτος γὰρ ἐξ ἀρχῆς μὲν τιμώμενος ὑπὸ τοῦ δήμου κατὰ τὸν πατέρα Ἅγνωνα , προπετέστατος ἐγένετο τὴν δημοκρατίαν μεταστῆσαι εἰς τοὺς τετρακοσίους , καὶ ἐπρώτευεν ἐν ἐκείνοις . -
ἐπεὶ δʼ ᾔσθετο ἀντίπαλόν τι τῇ ὀλιγαρχίᾳ συνιστάμενον , πρῶτος αὖ ἡγεμὼν τῷ δήμῳ ἐπʼ ἐκείνους ἐγένετο · -
ὅθεν δήπου καὶ κόθορνος ἐπικαλεῖται . -
καὶ γὰρ ὁ κόθορνος ἁρμόττειν μὲν τοῖς ποσὶν ἀμφοτέροις δοκεῖ , ἀποβλέπει δὲ ἀπʼ ἀμφοτέρων . -
δεῖ δέ , ὦ Θηράμενες , ἄνδρα τὸν ἄξιον ζῆν οὐ προάγειν μὲν δεινὸν εἶναι εἰς πράγματα τοὺς συνόντας , ἂν δέ τι ἀντικόπτῃ , εὐθὺς μεταβάλλεσθαι , ἀλλʼ ὥσπερ ἐν νηὶ διαπονεῖσθαι , ἕως ἂν εἰς οὖρον καταστῶσιν · διαπονεῖ -
εἰ δὲ μή , πῶς ἂν ἀφίκοιντό ποτε ἔνθα δεῖ , εἰ ἐπειδάν τι ἀντικόψῃ , εὐθὺς εἰς τ- ἀναντία πλέοιεν ; -
καὶ εἰσὶ μὲν δήπου πᾶσαι μεταβολαὶ πολιτειῶν θανατηφόροι , σὺ δὲ διὰ τὸ εὐμετάβολος εἶναι πλείστοις μὲν μεταίτιος εἶ ἐξ ὀλιγαρχίας ὑπὸ τοῦ δήμου ἀπολωλέναι , πλείστοις δʼ ἐκ δημοκρατίας ὑπὸ τῶν βελτιόνων . ἀπολωλέναι μεταίτιος -
οὗτος δέ τοί ἐστιν ὃς καὶ ταχθεὶς ἀνελέσθαι ὑπὸ τῶν στρατηγῶν τοὺς καταδύντας Ἀθηναίων ἐν τῇ περὶ Λέσβον ναυμαχίᾳ αὐτὸς οὐκ ἀνελόμενος ὅμως τῶν στρατηγῶν κατηγορῶν ἀπέκτεινεν αὐτούς , ἵνα αὐτὸς περισωθείη . -
ὅστις γε μὴν φανερός ἐστι τοῦ μὲν πλεονεκτεῖν ἀεὶ ἐπιμελόμενος , τοῦ δὲ καλοῦ καὶ τῶν φίλων μηδὲν ἐντρεπόμενος , πῶς τούτου χρή ποτε φείσασθαι ; -
πῶς δὲ οὐ φυλάξασθαι , εἰδότας αὐτοῦ τὰς μεταβολάς , ὡς μὴ καὶ ἡμᾶς ταὐτὸ δυνασθῇ ποιῆσαι ; χρή -
ἡμεῖς οὖν τοῦτον ὑπάγομεν καὶ ὡς ἐπιβουλεύοντα καὶ ὡς προδιδόντα ἡμᾶς τε καὶ ὑμᾶς . -
ὡς δʼ εἰκότα ποιοῦμεν , καὶ τάδʼ ἐννοήσατε . -
καλλίστη μὲν γὰρ δήπου δοκεῖ πολιτεία εἶναι ἡ Λακεδαιμονίων · -
εἰ δὲ ἐκείνῃ ἐπιχειρήσειέ τις τῶν ἐφόρων ἀντὶ τοῦ τοῖς πλείοσι πείθεσθαι ψέγειν τε τὴν ἀρχὴν καὶ ἐναντιοῦσθαι τοῖς πραττομένοις , οὐκ ἂν οἴεσθε αὐτὸν καὶ ὑπʼ αὐτῶν τῶν ἐφόρων καὶ ὑπὸ τῆς ἄλλης ἁπάσης πόλεως τῆς μεγίστης τιμωρίας ἀξιωθῆναι ; -
καὶ ὑμεῖς οὖν , ἐὰν σωφρονῆτε , οὐ τούτου ἀλλʼ ὑμῶν αὐτῶν φείσεσθε , ὡς οὗτος σωθεὶς μὲν πολλοὺς ἂν μέγα φρονεῖν ποιήσειε τῶν ἐναντία γιγνωσκόντων ὑμῖν , ἀπολόμενος δὲ πάντων καὶ τῶν ἐν τῇ πόλει καὶ τῶν ἔξω ὑποτέμοι ἂν τὰς ἐλπίδας . -
ὁ μὲν ταῦτʼ εἰπὼν ἐκαθέζετο · -
Θηραμένης δὲ ἀναστὰς ἔλεξεν · -
ἀλλὰ πρῶτον μὲν μνησθήσομαι , ὦ ἄνδρες , ὃ τελευταῖον κατʼ ἐμοῦ εἶπε . -
φησὶ γάρ με τοὺς στρατηγοὺς ἀποκτεῖναι κατηγοροῦντα . -
ἐγὼ δὲ οὐκ ἦρχον δήπου τοῦ κατʼ ἐκείνων λόγου , ἀλλʼ ἐκεῖνοι ἔφασαν προσταχθέν μοι ὑφʼ ἑαυτῶν οὐκ ἀνελέσθαι τοὺς δυστυχοῦντας ἐν τῇ περὶ Λέσβον ναυμαχίᾳ . -
ἐγὼ δὲ ἀπολογούμενος ὡς διὰ τὸν χειμῶνα οὐ -δὲ πλεῖν , μὴ ὅτι ἀναιρεῖσθαι τοὺς ἄνδρας δυνατὸν ἦν , ἔδοξα τῇ πόλει εἰκότα λέγειν , ἐκεῖνοι δʼ ἑαυτῶν κατηγορεῖν ἐφαίνοντο . εἴπω -
φάσκοντες γὰρ οἷόν τε εἶναι σῶσαι τοὺς ἄνδρας , προέμενοι ἀπολέσθαι αὐτοὺς ἀποπλέοντες ᾤχοντο . -
οὐ μέντοι θαυμάζω γε τὸ Κριτίαν παρανενομηκέναι · -
ὅτε γὰρ ταῦτα ἦν , οὐ παρὼν ἐτύγχανεν , ἀλλʼ ἐν Θετταλίᾳ μετὰ Προμηθέως δημοκρατίαν κατεσκεύαζε καὶ τοὺς πενέστας ὥπλιζεν ἐπὶ τοὺς δεσπότας . -
ὧν μὲν οὖν οὗτος ἐκεῖ ἔπραττε μηδὲν ἐνθάδε γένοιτο · -
τάδε γε μέντοι ὁμολογῶ ἐγὼ τούτῳ , εἴ τις ὑμᾶς μὲν τῆς ἀρχῆς βούλεται παῦσαι , τοὺς δʼ ἐπιβουλεύοντας ὑμῖν ἰσχυροὺς ποιεῖ , δίκαιον εἶναι τῆς μεγίστης αὐτὸν τιμωρίας τυγχάνειν · -
ὅστις μέντοι ὁ ταῦτα πράττων ἐστὶν οἶμαι ἂν ὑμᾶς κάλλιστα κρίνειν , τά τε πεπραγμένα καὶ ἃ νῦν πράττει ἕκαστος ἡμῶν εἰ κατανοήσετε . -
οὐκοῦν μέχρι μὲν τοῦ ὑμᾶς τε καταστῆναι εἰς τὴν βουλείαν καὶ ἀρχὰς ἀποδειχθῆναι καὶ τοὺς ὁμολογουμένως συκοφάντας ὑπάγεσθαι πάντες τ- αὐτὰ ἐγιγνώσκομεν · -
ἐπεὶ δέ γε οὗτοι ἤρξαντο ἄνδρας καλούς τε κ- ἀγαθοὺς συλλαμβάνειν , ἐκ τούτου κ- ἀγὼ ἠρξάμην τ- ἀναντία τούτοις γιγνώσκειν . -
ᾔδειν γὰρ ὅτι ἀποθνῄσκοντος μὲν Λέοντος τοῦ Σαλαμινίου , ἀνδρὸς καὶ ὄντος καὶ δοκοῦντος ἱκανοῦ εἶναι , ἀδικοῦντος δʼ οὐ -δὲ ἕν , οἱ ὅμοιοι τούτῳ φοβήσοιντο , φοβούμενοι δὲ ἐναντίοι τῇδε τῇ πολιτείᾳ ἔσοιντο · -
ἐγίγνωσκον δὲ ὅτι συλλαμβανομένου Νικηράτου τοῦ Νικίου , καὶ πλουσίου καὶ οὐδὲν πώποτε δημοτικὸν οὔ -τε αὐτοῦ οὔ -τε τοῦ πατρὸς πράξαντος , οἱ τούτῳ ὅμοιοι δυσμενεῖς ἡμῖν γενήσοιντο . -
ἀλλὰ μὴν καὶ Ἀντιφῶντος ὑφʼ ἡμῶν ἀπολλυμένου , ὃς ἐν τῷ πολέμῳ δύο τριήρεις εὖ πλεούσας παρείχετο , ἠπιστάμην ὅτι καὶ οἱ πρόθυμοι τῇ πόλει γεγενημένοι πάντες ὑπόπτως ἡμῖν ἕξοιεν . -
ἀντεῖπον δὲ καὶ ὅτε τῶν μετοίκων ἕνα ἕκαστον λαβεῖν ἔφασαν χρῆναι · -
εὔδηλον γὰρ ἦν ὅτι τούτων ἀπολομένων καὶ οἱ μέτοικοι ἅπαντες πολέμιοι τῇ πολιτείᾳ ἔσοιντο . -
ἀντεῖπον δὲ καὶ ὅτε τὰ ὅπλα τοῦ πλήθους παρῃροῦντο , οὐ νομίζων χρῆναι ἀσθενῆ τὴν πόλιν ποιεῖν · -
οὐ -δὲ γὰρ τοὺς Λακεδαιμονίους ἑώρων τούτου ἕνεκα βουλομένους περισῶσαι ἡμᾶς , ὅπως ὀλίγοι γενόμενοι μηδὲν δυναίμεθʼ αὐτοὺς ὠφελεῖν · -
ἐξῆν γὰρ αὐτοῖς , εἰ τούτου γε δέοιντο , καὶ μηδένα λιπεῖν ὀλίγον ἔτι χρόνον τῷ λιμῷ πιέσαντας . -
οὐ -δέ γε τὸ φρουροὺς μισθοῦσθαι συνήρεσκέ μοι , ἐξὸν αὐτῶν τῶν πολιτῶν τοσούτους προσλαμβάνειν , ἕως ῥᾳδίως ἐμέλλομεν οἱ ἄρχοντες τῶν ἀρχομένων κρατήσειν . -
ἐπεί γε μὴν πολλοὺς ἑώρων ἐν τῇ πόλει τῇ ἀρχῇ τῇδε δυσμενεῖς , πολλοὺς δὲ φυγάδας γιγνομένους , οὐκ αὖ ἐδόκει μοι οὔ -τε Θρασύβουλον οὔ -τε Ἄνυτον οὔ -τε Ἀλκιβιάδην φυγαδεύειν · γιγνομένους -
ᾔδειν γὰρ ὅτι οὕτω γε τὸ ἀντίπαλον ἰσχυρὸν ἔσοιτο , εἰ τῷ μὲν πλήθει ἡγεμόνες ἱκανοὶ προσγενήσοιντο , τοῖς δʼ ἡγεῖσθαι βουλομένοις σύμμαχοι πολλοὶ φανήσοιντο . -
ὁ ταῦτα οὖν νουθετῶν ἐν τῷ φανερῷ πότερα εὐμενὴς ἂν δικαίως ἢ προδότης νομίζοιτο ; -
οὐχ οἱ ἐχθρούς , ὦ Κριτία , κωλύοντες πολλοὺς ποιεῖσθαι , οὐ -δʼ οἱ συμμάχους πλείστους διδάσκοντες κτᾶσθαι , οὗτοι τοὺς πολεμίους ἰσχυροὺς ποιοῦσιν , ἀλλὰ πολὺ μᾶλλον οἱ ἀδίκως τε χρήματα ἀφαιρούμενοι καὶ τοὺς οὐδὲν ἀδικοῦντας ἀποκτείνοντες , οὗτοί εἰσιν οἱ καὶ πολλοὺς τοὺς ἐναντίους ποιοῦντες καὶ προδιδόντες οὐ μόνον τοὺς φίλους ἀλλὰ καὶ ἑαυτοὺς διʼ αἰσχροκέρδειαν . -
εἰ δὲ μὴ ἄλλως γνωστὸν ὅτι ἀληθῆ λέγω , ὧδε ἐπισκέψασθε . ἐστιν -
πότερον οἴεσθε Θρασύβουλον καὶ Ἄνυτον καὶ τοὺς ἄλλους φυγάδας ἃ ἐγὼ λέγω μᾶλλον ἂν ἐνθάδε βούλεσθαι γίγνεσθαι ἢ ἃ οὗτοι πράττουσιν ; -
ἐγὼ μὲν γὰρ οἶμαι νῦν μὲν αὐτοὺς νομίζειν συμμάχων πάντα μεστὰ εἶναι · -
εἰ δὲ τὸ κράτιστον τῆς πόλεως προσφιλῶς ἡμῖν εἶχε , χαλεπὸν ἂν ἡγεῖσθαι εἶναι καὶ τὸ ἐπιβαίνειν ποι τῆς χώρας . οἶμαι -
ἃ δʼ αὖ εἶπεν ὡς ἐγώ εἰμι οἷος ἀεί ποτε μεταβάλλεσθαι , κατανοήσατε καὶ ταῦτα . -
τὴν μὲν γὰρ ἐπὶ τῶν τετρακοσίων πολιτείαν καὶ αὐτὸς δήπου ὁ δῆμος ἐψηφίσατο , διδασκόμενος ὡς οἱ Λακεδαιμόνιοι πάσῃ πολιτείᾳ μᾶλλον ἂν ἢ δημοκρατίᾳ πιστεύσειαν . πιστεύσειαν -
ἐπεὶ δέ γε ἐκεῖνοι μὲν οὐδὲν ἀνίεσαν , οἱ δὲ ἀμφὶ Ἀριστοτέλην καὶ Μελάνθιον καὶ Ἀρίσταρχον στρατηγοῦντες φανεροὶ ἐγένοντο ἐπὶ τῷ χώματι ἔρυμα τειχίζοντες , εἰς ὃ ἐβούλοντο τοὺς πολεμίους δεξάμενοι ὑφʼ αὑτοῖς καὶ τοῖς ἑταίροις τὴν πόλιν ποιήσασθαι , εἰ ταῦτʼ αἰσθόμενος ἐγὼ διεκώλυσα , τοῦτʼ ἐστὶ προδότην εἶναι τῶν φίλων ; -
ἀποκαλεῖ δὲ κόθορνόν με , ὡς ἀμφοτέροις πειρώμενον ἁρμόττειν . -
ὅστις δὲ μηδετέροις ἀρέσκει , τοῦτον ὢ πρὸς τῶν θεῶν τί ποτε καὶ καλέσαι χρή ; -
σὺ γὰρ δὴ ἐν μὲν τῇ δημοκρατίᾳ πάντως μισοδημότατος ἐνομίζου , ἐν δὲ τῇ ἀριστοκρατίᾳ πάντων μισοχρηστότατος γεγένησαι . -
ἐγὼ δʼ , ὦ Κριτία , ἐκείνοις μὲν ἀεί ποτε πολεμῶ τοῖς οὐ πρόσθεν οἰομένοις καλὴν ἂν δημοκρατίαν εἶναι , πρὶν ἂν καὶ οἱ δοῦλοι καὶ οἱ διʼ ἀπορίαν δραχμῆς ἂν ἀποδόμενοι τὴν πόλιν δραχμῆς μετέχοιεν , καὶ τοῖσδέ γʼ αὖ ἀεὶ ἐναντίος εἰμὶ οἳ οὐκ οἴονται καλὴν ἂν ἐγγενέσθαι ὀλιγαρχίαν , πρὶν ἂν εἰς τὸ ὑπʼ ὀλίγων τυραννεῖσθαι τὴν πόλιν καταστήσειαν . -
τὸ μέντοι σὺν τοῖς δυναμένοις καὶ μεθʼ ἵππων καὶ μετʼ ἀσπίδων ὠφελεῖν διὰ τούτων τὴν πολιτείαν πρόσθεν ἄριστον ἡγούμην εἶναι καὶ νῦν οὐ μεταβάλλομαι . -
εἰ δʼ ἔχεις εἰπεῖν , ὦ Κριτία , ὅπου ἐγὼ σὺν τοῖς δημοτικοῖς ἢ τυραννικοῖς τοὺς καλούς τε κ- ἀγαθοὺς ἀποστερεῖν πολιτείας ἐπεχείρησα , λέγε · -
ἐὰν γὰρ ἐλεγχθῶ ἢ νῦν ταῦτα πράττων ἢ πρότερον πώποτε πεποιηκώς , ὁμολογῶ τὰ πάντων ἔσχατα παθὼν ἂν δικαίως ἀποθνῄσκειν . -
ὡς δʼ εἰπὼν ταῦτα ἐπαύσατο , καὶ ἡ βουλὴ δήλη ἐγένετο εὐμενῶς ἐπιθορυβήσασα , γνοὺς ὁ Κριτίας ὅτι εἰ ἐπιτρέψοι τῇ βουλῇ διαψηφίζεσθαι περὶ αὐτοῦ , ἀναφεύξοιτο , καὶ τοῦτο οὐ βιωτὸν ἡγησάμενος , προσελθὼν καὶ διαλεχθείς τι τοῖς τριάκοντα ἐξῆλθε , καὶ ἐπιστῆναι ἐκέλευσε τοὺς τὰ ἐγχειρίδια ἔχοντας φανερῶς τῇ βουλῇ ἐπὶ τοῖς δρυφάκτοις . εἶναι -
πάλιν δὲ εἰσελθὼν εἶπεν · -
ἐγώ , ὦ βουλή , νομίζω προστάτου ἔργον εἶναι οἵου δεῖ , ὃς ἂν ὁρῶν τοὺς φίλους ἐξαπατωμένους μὴ ἐπιτρέπῃ . εἶναι -
καὶ ἐγὼ οὖν τοῦτο ποιήσω . -
καὶ γὰρ οἵδε οἱ ἐφεστηκότες οὔ φασιν ἡμῖν ἐπιτρέψειν , εἰ ἀνήσομεν ἄνδρα τὸν φανερῶς τὴν ὀλιγαρχίαν λυμαινόμενον . -
ἔστι δὲ ἐν τοῖς καινοῖς νόμοις τῶν μὲν ἐν τοῖς τρισχιλίοις ὄντων μηδένα ἀποθνῄσκειν ἄνευ τῆς ὑμετέρας ψήφου , τῶν δʼ ἔξω τοῦ καταλόγου κυρίους εἶναι τοὺς τριάκοντα θανατοῦν . -
ἐγὼ οὖν , ἔφη , Θηραμένην τουτονὶ ἐξαλείφω ἐκ τοῦ καταλόγου , συνδοκοῦν ἅπασιν ἡμῖν . -
καὶ τοῦτον , ἔφη , ἡμεῖς θανατοῦμεν . -
ἀκούσας ταῦτα ὁ Θηραμένης ἀνεπήδησεν ἐπὶ τὴν ἑστίαν καὶ εἶπεν · -
ἐγὼ δʼ , ἔφη , ὦ ἄνδρες , ἱκετεύω τὰ πάντων ἐννομώτατα , μὴ ἐπὶ Κριτίᾳ εἶναι ἐξαλείφειν μή -τε ἐμὲ μή -τε ὑμῶν ὃν ἂν βούληται , ἀλλʼ ὅνπερ νόμον οὗτοι ἔγραψαν περὶ τῶν ἐν τῷ καταλόγῳ , κατὰ τοῦτον καὶ ὑμῖν καὶ ἐμοὶ τὴν κρίσιν εἶναι . -
καὶ τοῦτο μέν , ἔφη , μὰ τοὺς θεοὺς οὐκ ἀγνοῶ , ὅτι οὐδέν μοι ἀρκέσει ὅδε ὁ βωμός , ἀλλὰ βούλομαι καὶ τοῦτο ἐπιδεῖξαι , ὅτι οὗτοι οὐ μόνον εἰσὶ περὶ ἀνθρώπους ἀδικώτατοι , ἀλλὰ καὶ περὶ θεοὺς ἀσεβέστατοι . -
ὑμῶν μέντοι , ἔφη , ὦ ἄνδρες καλοὶ κ- ἀγαθοί , θαυμάζω , εἰ μὴ βοηθήσετε ὑμῖν αὐτοῖς , καὶ ταῦτα γιγνώσκοντες ὅτι οὐδὲν τὸ ἐμὸν ὄνομα εὐεξαλειπτότερον ἢ τὸ ὑμῶν ἑκάστου . ἐστιν , ἐστιν -
ἐκ δὲ τούτου ἐκέλευσε μὲν ὁ τῶν τριάκοντα κῆρυξ τοὺς ἕνδεκα ἐπὶ τὸν Θηραμένην · -
ἐκεῖνοι δὲ εἰσελθόντες σὺν τοῖς ὑπηρέταις , ἡγουμένου αὐτῶν Σατύρου τοῦ θρασυτάτου τε καὶ ἀναιδεστάτου , εἶπε μὲν ὁ Κριτίας · -
παραδίδομεν ὑμῖν , ἔφη , Θηραμένην τουτονὶ κατακεκριμένον κατὰ τὸν νόμον · -
ὑμεῖς δὲ λαβόντες καὶ ἀπαγαγόντες οἱ ἕνδεκα οὗ δεῖ τὰ ἐκ τούτων πράττετε . -
ὡς δὲ ταῦτα εἶπεν , εἷλκε μὲν ἀπὸ τοῦ βωμοῦ ὁ Σάτυρος , εἷλκον δὲ οἱ ὑπηρέται . -
ὁ δὲ Θηραμένης ὥσπερ εἰκὸς καὶ θεοὺς ἐπεκαλεῖτο καὶ ἀνθρώπους καθορᾶν τὰ γιγνόμενα . ἐστιν -
ἡ δὲ βουλὴ ἡσυχίαν εἶχεν , ὁρῶσα καὶ τοὺς ἐπὶ τοῖς δρυφάκτοις ὁμοίους Σατύρῳ καὶ τὸ ἔμπροσθεν τοῦ βουλευτηρίου πλῆρες τῶν φρουρῶν , καὶ οὐκ ἀγνοοῦντες ὅτι ἐγχειρίδια ἔχοντες παρῆσαν . ὄντας ὄν -
οἱ δʼ ἀπήγαγον τὸν ἄνδρα διὰ τῆς ἀγορᾶς μάλα μεγάλῃ τῇ φωνῇ δηλοῦντα οἷα ἔπασχε . -
λέγεται δʼ ἓν ῥῆμα καὶ τοῦτο αὐτοῦ . εἶναι -
ὡς εἶπεν ὁ Σάτυρος ὅτι οἰμώξοιτο , εἰ μὴ σιωπήσειεν , ἐπήρετο · -
ἂν δὲ σιωπῶ , οὐκ ἄρʼ , ἔφη , οἰμώξομαι ; -
καὶ ἐπεί γε ἀποθνῄσκειν ἀναγκαζόμενος τὸ κώνειον ἔπιε , τὸ λειπόμενον ἔφασαν ἀποκοτταβίσαντα εἰπεῖν αὐτόν · -
Κριτίᾳ τοῦτʼ ἔστω τῷ καλῷ . -
καὶ τοῦτο μὲν οὐκ ἀγνοῶ , ὅτι ταῦτα ἀποφθέγματα οὐκ ἀξιόλογα , ἐκεῖνο δὲ κρίνω τοῦ ἀνδρὸς ἀγαστόν , τὸ τοῦ θανάτου παρεστηκότος μή -τε τὸ φρόνιμον μή -τε τὸ παιγνιῶδες ἀπολιπεῖν ἐκ τῆς ψυχῆς . ἐστιν
Reading Ancient Greek in the Digital Age
An Online Course by Dr. Vanessa B. Gorman
Menu

Unit 2: The Complex Sentence
Chapter 7 – Direct Speech
Videos and PowerPoints on Direct Speech
Direct Speech [32:35]
Practice Sentences Using Alpheios
U2 Ch7 –English Translation Perseus:
Ch. 2.7 – Trial of Theramenes (Xen., Hell. 2.3.24-56) – Practice Sentences Using Alpheios
Gold Standard Using Alpheios
U2 Ch7 Practice Trees for Gold Standard Comparison:
U2 Ch7 Link to English Translations on Perseus:
NOTE: Use the source citation in each tree file in Perseids to look up the translation in Perseus